Humanitext Reader

色诺芬 · 阿格西劳斯传 §1.1-1.11

阿格西劳斯的家世与亚洲远征的开始

第 1 段,共 18 段 · 希腊语

内容简介

作者赞美了阿格西劳斯高贵的家族出身及其继承斯巴达王位的经过,并叙述了其最初出征亚洲的背景。阿格西劳斯准备迎战波斯国王,而波斯总督提萨斐尼则背信弃义地违反了停战协定。

§1.1οἶδα μὲν ὅτι τῆς Ἀγησιλάου ἀρετῆς τε καὶ δόξης οὐ ῥᾴδιον ἄξιον ἔπαινον γράψαι, ὅμως δʼ ἐγχειρητέον.
我知道,要写出配得上阿格西劳斯的品德与声誉的赞辞并非易事,然而仍须尝试。
οὐ γὰρ ἂν καλῶς ἔχοι εἰ ὅτι τελέως ἀνὴρ ἀγαθὸς ἐγένετο, διὰ τοῦτο οὐδὲ μειόνων ἂν τυγχάνοι ἐπαίνων.
因为,如果由于他成为一个完美而优秀的人,反而因此得到较少的赞扬,那将是不妥当的。
§1.2περὶ μὲν οὖν εὐγενείας αὐτοῦ τί ἄν τις μεῖζον καὶ κάλλιον εἰπεῖν ἔχοι ἢ ὅτι ἔτι καὶ νῦν τοῖς προγόνοις ὀνομαζομένοις ἀπομνημονεύεται ὁπόστος ἀφʼ Ἡρακλέους ἐγένετο, καὶ τούτοις οὐκ ἰδιώταις ἀλλʼ ἐκ βασιλέων βασιλεῦσιν;
至于他的高贵出身,任何人还能说出比这更伟大、更美好的事吗? 即直到如今,每当提及他的祖先时,人们依然记得他是赫拉克勒斯的第几代后裔,而且这些祖先并非普通平民,而是由国王所生的国王们。
§1.3ἀλλὰ μὴν οὐδὲ ταύτῃ γʼ ἄν τις ἔχοι καταμέμψασθαι αὐτοὺς ὡς βασιλεύουσι μέν, πόλεως δὲ τῆς ἐπιτυχούσης· ἀλλʼ ὥσπερ τὸ γένος αὐτῶν τῆς πατρίδος ἐντιμότατον, οὕτω καὶ ἡ πόλις ἐν τῇ Ἑλλάδι ἐνδοξοτάτη· ὥστε οὐ δευτέρων πρωτεύουσιν, ἀλλʼ ἡγεμόνων ἡγεμονεύουσιν.
况且,任何人也无法在这一点上指责他们,说他们虽然统治,但统治的不过是一个平庸的城邦;相反,正像他们的家族在祖国中最受尊崇一样,他们的城邦在希腊也是最著名的;因此,他们并非在二流者中居首,而是统治着统治者们。
§1.4τῇδέ γε μὴν καὶ κοινῇ ἄξιον ἐπαινέσαι τήν τε πατρίδα καὶ τὸ γένος αὐτοῦ· ἥ τε γὰρ πόλις οὐδεπώποτε φθονήσασα τοῦ προτετιμῆσθαι αὐτοὺς ἐπεχείρησε καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, οἵ τε βασιλεῖς οὐδεπώποτε μειζόνων ὠρέχθησαν ἢ ἐφʼ οἷσπερ ἐξ ἀρχῆς τὴν βασιλείαν παρέλαβον.
此外,在这点上,他的祖国和他的家族也同样值得共同赞美:因为城邦从未因嫉妒他们所受的特权而企图推翻他们的统治,而国王们也从未渴望得到比最初继承王位时更多的权力。
τοιγαροῦν ἄλλη μὲν οὐδεμία ἀρχὴ φανερά ἐστι διαγεγενημένη ἀδιάσπαστος οὔτε δημοκρατία οὔτε ὀλιγαρχία οὔτε τυραννὶς οὔτε βασιλεία· αὕτη δὲ μόνη διαμένει συνεχὴς βασιλεία.
因此,没有其他任何政权——无论是民主制、寡头制、僭主制还是君主制——被公认为能完好无损地延续下来,唯独这一王权始终连续存在。
§1.5ὥς γε μὴν καὶ πρὶν ἄρξαι ἄξιος τῆς βασιλείας ἐδόκει εἶναι Ἀγησίλαος τάδε τὰ σημεῖα.
此外,关于阿格西劳斯在执政之前就被认为配得上王位,有以下证据。
ἐπεὶ γὰρ Ἆγις βασιλεὺς ὢν ἐτελεύτησεν, ἐρισάντων περὶ τῆς ἀρχῆς Λεωτυχίδα μὲν ὡς Ἄγιδος ὄντος υἱοῦ, Ἀγησιλάου δὲ ὡς Ἀρχιδάμου, κρίνασα ἡ πόλις ἀνεπικλητότερον εἶναι Ἀγησίλαον καὶ τῷ γένει καὶ τῇ ἀρετῇ τοῦτον ἐστήσατο βασιλέα.
当阿吉斯在位驾崩时,关于王位的归属发生了争执,利奥提基德斯自称是阿吉斯之子,阿格西劳斯则自称是阿基达莫斯之子。 城邦判定阿格西劳斯不论在出身还是德行上都更无可挑剔,于是立他为王。
καίτοι τὸ ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς γε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς;
然而,在最强大的城邦中被最杰出的人所推选,并被认为配得上最美好的荣耀,这难道还需要其他什么证据来证明他在执政之前的德行吗?
§1.6ὅσα γε μὴν ἐν τῇ βασιλείᾳ διεπράξατο νῦν ἤδη διηγήσομαι· ἀπὸ γὰρ τῶν ἔργων καὶ τοὺς τρόπους αὐτοῦ κάλλιστα νομίζω καταδήλους ἔσεσθαι.
至于他在位期间所成就的事迹,我现在就来叙述;因为我相信,通过他的行为,他的品格也将最清晰地展现出来。
Ἀγησίλαος τοίνυν ἔτι μὲν νέος ὢν ἔτυχε τῆς βασιλείας· ἄρτι δὲ ὄντος αὐτοῦ ἐν τῇ ἀρχῇ, ἐξηγγέλθη βασιλεὺς ὁ Περσῶν ἁθροίζων καὶ ναυτικὸν καὶ πεζὸν πολὺ στράτευμα ὡς ἐπὶ τοὺς Ἕλληνας·
话说阿格西劳斯在年轻时继承了王位;他即位不久,便有消息传来,称波斯国王正在集结庞大的海陆军队,企图对付希腊人。
§1.7βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων καὶ τῶν συμμάχων, Ἀγησίλαος ὑπέστη, ἐὰν δῶσιν αὐτῷ τριάκοντα μὲν Σπαρτιατῶν, δισχιλίους δὲ νεοδαμώδεις, εἰς ἑξακισχιλίους δὲ τὸ σύνταγμα τῶν συμμάχων, διαβήσεσθαι εἰς τὴν Ἀσίαν καὶ πειράσεσθαι εἰρήνην ποιῆσαι, ἢ ἂν πολεμεῖν βούληται ὁ βάρβαρος, ἀσχολίαν αὐτῷ παρέξειν στρατεύειν ἐπὶ τοὺς Ἕλληνας.
当拉刻代蒙人及其盟友对此进行商议时,阿格西劳斯主动承诺,如果他们给他三十名斯巴达人、两千名新公民以及多达六千人的盟国部队,他将渡海前往亚洲,并努力达成和平;或者,如果蛮族想要交战,他将使对方疲于应付,无暇出兵攻打希腊人。
§1.8εὐθὺς μὲν οὖν πολλοὶ πάνυ ἠγάσθησαν αὐτὸ τοῦτο τὸ ἐπιθυμῆσαι, ἐπειδὴ ὁ Πέρσης πρόσθεν ἐπὶ τὴν Ἑλλάδα διέβη, ἀντιδιαβῆναι ἐπʼ αὐτόν, τό τε αἱρεῖσθαι ἐπιόντα μᾶλλον ἢ ὑπομένοντα μάχεσθαι αὐτῷ, καὶ τὸ τἀκείνου δαπανῶντα βούλεσθαι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν, κάλλιστον δὲ πάντων ἐκρίνετο τὸ μὴ περὶ τῆς Ἑλλάδος ἀλλὰ περὶ τῆς Ἀσίας τὸν ἀγῶνα καθιστάναι.
于是,立刻有非常多的人赞叹他这一志向:既然波斯人以前曾渡海入侵希腊,现在他便要反过来渡海去攻打对方;赞叹他选择主动进攻而非坐以待毙,赞叹他渴望通过消耗敌人的资源而非希腊人的财富来进行战争。 然而,在所有人看来,最美好的一点是,将战场设立在亚洲而不是在希腊。
§1.9ἐπεί γε μὴν λαβὼν τὸ στράτευμα ἐξέπλευσε, πῶς ἄν τις σαφέστερον ἐπιδείξειεν ὡς ἐστρατήγησεν ἢ εἰ αὐτὰ διηγήσαιτο ἃ ἔπραξεν;
当他率领军队扬帆启航后,除了详细叙述他所做的实际事迹之外,人们还能如何更清楚地展现他是如何统帅军队的呢?
§1.10ἐν τοίνυν τῇ Ἀσίᾳ ἥδε πρώτη πρᾶξις ἐγένετο.
且说在亚洲,这第一起事件是这样发生的。
Τισσαφέρνης μὲν ὤμοσεν Ἀγησιλάῳ, εἰ σπείσαιτο ἕως ἔλθοιεν οὓς πέμψειε πρὸς βασιλέα ἀγγέλους, διαπράξεσθαι αὐτῷ ἀφεθῆναι αὐτονόμους τὰς ἐν τῇ Ἀσίᾳ πόλεις Ἑλληνίδας, Ἀγησίλαος δὲ ἀντώμοσε σπονδὰς ἄξειν ἀδόλως, ὁρισάμενος τῆς πράξεως τρεῖς μῆνας.
提萨斐尼向阿格西劳斯宣誓:如果阿格西劳斯愿意停战,直到他派往波斯国王处的使者返回,他将促成让亚洲的希腊城邦获得自治;而阿格西劳斯则回誓将真诚守约,并为该交涉限定了三个月的时间。
§1.11ὁ μὲν δὴ Τισσαφέρνης ἃ ὤμοσεν εὐθὺς ἐψεύσατο· ἀντὶ γὰρ τοῦ εἰρήνην πράττειν στράτευμα πολὺ παρὰ βασιλέως πρὸς ᾧ πρόσθεν εἶχε μετεπέμπετο.
提萨斐尼果然立刻违背了自己的誓言:因为他不仅没有促成和平,反而向国王请求调派大军,以增援他原有的军队。
Ἀγησίλαος δὲ καίπερ αἰσθόμενος ταῦτα ὅμως ἐνέμεινε ταῖς σπονδαῖς.
然而,阿格西劳斯虽然察觉到了这一点,却依然坚守了停战协定。

词汇与语法注释

  1. §1.1οὐ γὰρ ἂν καλῶς ἔχοι εἰ ... διὰ τοῦτο οὐδὲ μειόνων ἂν τυγχάνοι ἐπαίνων — 在由 εἰ 引导的条件从句内部,包含了一个带有 ἄν 的潜能祈愿语气(ἂν τυγχάνοι)。主句的 ἂν καλῶς ἔχοι 同样是潜能祈愿语气,这种双重潜能表达使得语气显得十分委婉和谨慎。
  2. §1.2ὁπόστος ἀφʼ Ἡρακλέους ἐγένετο — 疑问形容词 ὁπόστος 意为“第几个/第几代”,引导间接疑问句。此处表示“从赫拉克勒斯算起他是第几代子孙”。
  3. §1.4τοῦ προτετιμῆσθαι αὐτοὺς — 冠词性不定式属格 τοῦ προτετιμῆσθαι 用作表示嫉妒的分词 φθονήσασα 的原因属格,意为“因为他们先前受到特权(尊崇)而嫉妒”。
  4. §1.5κρίνασα ἡ πόλις ἀνεπικλητότερον εἶναι Ἀγησίλαον καὶ τῷ γένει καὶ τῇ ἀρετῇ τοῦτον ἐστήσατο βασιλέα — 在分词从句 κρίνασα ... Ἀγησίλαον(判定阿格西劳斯是……)之后,代名词 τοῦτον 冗余地用作主动词 ἐστήσατο 的直接宾语。这种指示代词的复指用法,起到了强调并在长句中澄清动作承受者的作用。
  5. §1.8τὸ μὴ περὶ τῆς Ἑλλάδος ἀλλὰ περὶ τῆς Ἀσίας τὸν ἀγῶνα καθιστάναι — 冠词性不定式短语 τὸ ... καθιστάναι 用作被动动词 ἐκρίνετο 的主语,而 κάλλιστον δὲ πάντων 则作为其表语。

引用这一段

色诺芬, 阿格西劳斯传 §1.1-1.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:1.1-1.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。