§4.1Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίαις, §4.2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
基督既在肉体里受苦,你们也当用同样的存心武装自己,因为在肉体里受过苦的,就已经与罪断绝了,使你们在肉体里度过余下的光阴,不再顺从人的情欲,而是顺从神的旨意。
§4.3ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
因为往日行异邦人所喜好的事,时候已经够了;那时你们行事为人是在好色、私欲、醉酒、荒宴、狂饮和不法的偶像崇拜中。
§4.4ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
他们见你们不与他们同奔那放荡无度的洪流,就觉得奇怪,并且毁谤你们。
§4.5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως κρίνοντι ζῶντας καὶ νεκρούς·
他们必向那准备裁判活人死人的主交账。
§4.6εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
为此,甚至死人也有福音传给他们,好叫他们虽然在肉体上按着人受审判,却能在灵里靠着神活着。
§4.7Πάντων δὲ τὸ τέλος ἤγγικεν.
万物的结局近了。
σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
所以,你们要谨慎自守,警醒祷告。
§4.8πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι
"ἀγάπη καλύπτει"
πλῆθος
"ἁμαρτιῶν· "
最要紧的是彼此切实相爱,因为“爱能遮掩许多的罪”。
§4.9φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
你们要互相款待,不发怨言。
§4.10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·
各人要照所得的恩赐彼此服侍,作神百般恩赐的好管家。
§4.11εἴ τις λαλεῖ, ὡς λόγιαθεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστὶν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
若有讲道的,要按着神的圣言讲;若有服侍人的,要按着神所赐的力量服侍,叫神在凡事上借着耶稣基督得荣耀。 愿荣耀、权能都归给祂,直到世世代代。
ἀμήν.
阿们。
§4.12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, §4.13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
亲爱的弟兄们,有火炼的试验临到你们,不要以为奇怪,似乎是遭遇了非常的事;倒要欢喜,因为你们是与基督一同受苦,使祂的荣耀显现的时候,你们也可以欢喜快乐。
§4.14εἰ
"ὀνειδίζεσθε"
ἐν ὀνόματι
"Χριστοῦ,"
μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ
"τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ"
ὑμᾶς
"ἀναπαύεται. "
你们若为基督的名受辱骂,便是有福的,因为荣耀的灵,就是神的灵,常住在你们身上。
§4.15μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·
你们中间却不可有人因杀人、偷窃、作恶、或好管闲事而受苦。
§4.16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
若为作基督徒受苦,却不要羞耻,倒要因这名归荣耀给神。
§4.17ὅτι [ὁ] καιρὸς τοῦ
"ἄρξασθαι"
τὸ κρίμα
"ἀπὸ τοῦ οἴκου"
τοῦ θεοῦ·
因为时候到了,审判要从神的家起首。
εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
若是先从我们起首,那不信从神福音的人将有怎样的结局呢?
§4.18καὶ εἰ
"ὁ"
"δίκαιος μόλις σώζεται, ὁ [δὲ] ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; "
并且,“若是义人仅仅得救,那不敬虔和犯罪的人将有何地可站呢?
§4.19ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ἐν ἀγαθοποιίᾳ.
” 所以,那照神旨意受苦的人要一心行善,将自己的灵魂交托给那信实的造物主。