Humanitext Reader

新约圣经 · 彼得前书 §3.1-3.22

夫妻的本分与为义受苦及洗礼

第 3 段,共 5 段 · 希腊语

内容简介

在阐述了夫妻间的本分(妻子顺服、丈夫尊重)之后,劝勉所有信徒不要以恶报恶,倒要祝福,并以基督为义受苦为例,阐明了借着洗礼得救的意义。

§3.1Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται §3.2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
照样,你们作妻子的,要顺服自己的丈夫。 这样,即使有不顺从这道的丈夫,他们也会因妻子的品行,无需言语就被感化过来,因为看见了你们敬畏而纯洁的品行。
§3.3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, §3.4ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ἡσυχίου καὶ πραέως πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
你们的妆饰不应当是外表的,如编头发、戴金饰或穿华丽衣服,而是要以里面存着长久温柔、安静的心,就是那心中隐藏的人为妆饰;这在神面前是极宝贵的。
§3.5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, §3.6ὡς Σάρρα ὑπήκουεν τῷ Ἀβραάμ, "κύριον" αὐτὸν καλοῦσα·
因为从前仰赖神的圣洁妇人,也是这样妆饰自己,顺服自己的丈夫,就如撒拉听从亚伯拉罕,称他为“主”。
ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ "μὴ φοβούμεναι" μηδεμίαν "πτόησιν. "
你们若行善,不因任何恐吓而害怕,就成了撒拉的女儿了。
§3.7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες. τιμήν, ὡς καὶ συνκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
照样,你们作丈夫的,也要按情理与妻子同住,因她比你软弱,要尊重她,因为她与你一同承受生命之恩,免得你们的祷告受阻碍。
§3.8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες,
总而言之,你们所有人都要同心合意,彼此体恤,相爱如弟兄,存慈怜和谦卑的心。
§3.9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
不要以恶报恶,以辱骂还辱骂,倒要祝福,因为你们正是为此蒙召,好叫你们继承福气。
§3.10ὁ γὰρ "θέλων ζωὴν ἀγαπᾷν" "καὶ ἰδεῖν ἡμέρας ἀγαθάς" "παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ" "καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον," §3.11"ἐκκλινάτω" δὲ "ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν," "ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.
因为,“凡希望热爱生命、渴望见美善日子的人,要禁止舌头不出恶言,嘴唇不说诡诈的话;也要离恶行善,寻求和睦,一心追求。
" §3.12ὅτι "ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους" "καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν," "πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. "
因为主的眼目看顾义人,祂的耳朵倾听他们的祈求;但主的脸敌对作恶的人。
§3.13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε;
” 你们若热心行善,有谁会害你们呢?
§3.14ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι.
即使你们为义受苦,也是有福的。
"τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε," §3.15"κύριον" δὲ τὸν Χριστὸν "ἁγιάσατε" ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, §3.16ἵνα ἐν ᾧ καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
“不要怕他们的恐吓,也不要惊慌,” 只要心里奉基督为主为圣。 有人问你们心中盼望的缘由,要随时准备答辩;但要用温柔、敬畏的心和无愧的良心回答,好叫那些在你们被毁谤的事上、诬蔑你们在基督里有好品行的人,自觉羞愧。
§3.17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
如果神的旨意是要你们受苦,那么因行善受苦总比因作恶受苦好。
§3.18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζωοποιηθεὶς δὲ πνεύματι·
因为基督也曾一次为罪受死,就是义的代替不义的,为要领你们到神面前。 祂在肉体里被处死,但在灵里却复活了。
§3.19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, §3.20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι, τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος.
祂也曾借着这灵,去向那些在监狱里的灵魂宣告,这些灵魂就是从前在诺亚建造方舟的日子、神容忍等待的时候不信从的人。 当时进入方舟,借着水得救的人不多,只有八个人。
§3.21ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
这水所预表的洗礼,现在也拯救你们;这洗礼不是除去肉体的污秽,而是借着耶稣基督的复活,向神发出无愧良心的誓约。
§3.22ὅς ἐστιν "ἐν δεξιᾷ θεοῦ" πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
基督已经进入天堂,在神的右边,众天使、有权柄的和有能力的都服从了祂。

词汇与语法注释

  1. 3.1ἄνευ λόγου — 意为“无需言语”或“不用说服”。通过与前文的“这道”(τῷ λόγῳ)形成对比,表明妻子即便不用言语去说服丈夫,丈夫也会因妻子日常的品行(ἀναστροφή)而被感化归信(κερδηθήσονται)。
  2. 3.7ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν — 意为“视女性为更软弱的器皿而予以尊重”。名词 `σκεύει`(器皿)为中性与格,是分词 `ἀπονέμοντες`(给予、分配)的与格补语;`τῷ γυναικείῳ` 是修饰 `σκεύει` 的形容词(女性的)。这里将女性比作易碎而贵重的器皿,要求丈夫给予相应的体恤与尊重(τιμήν)。
  3. 3.15ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν — 意为“随时准备答辩”。形容词 `ἕτοιμοι`(准备好的,复数主格)在没有显式动词的情况下独立出现,实际上起到了命令式(省略了 `ἔστε`)的作用,督促读者保持准备状态。
  4. 3.21ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα — 意为“这水所预表的洗礼,现在也拯救你们”。中性主格关系代词 `ὃ` 指代前文的“水”(ὕδατος)。`ἀντίτυπον`(预表、对应物、表明原型的事物)为中性主格单数,与主语 `βάπτισμα` 作同格语,或作表语“作为对应物”来修饰其拯救的方式。

引用这一段

新约圣经, 彼得前书 §3.1-3.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg021.humanitext-grc2:3.1-3.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。