Humanitext Reader

新约圣经 · 彼得前书 §5.1-5.14

对长老的劝勉与警醒及最后的问安

第 5 段,共 5 段 · 希腊语

内容简介

作者劝勉长老们忠心牧养神的群羊,要求信徒保持谦卑、警醒并坚固信心,最后以西拉和马可等人的问安结束全信。

§5.1Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συνπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, §5.2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, §5.3μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
所以,我这同作长老、作基督受苦的见证人、同分享那将要显现的荣耀的人,劝你们中间作长老的人:务要牧养在你们中间神的群羊,不是出于勉强,而是出于甘心;也不是因为贪财,而是出于乐意;也不要辖制所托付你们的,而是作群羊的榜样。
§5.4καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
到了大牧长显现的时候,你们必得那永不衰残的荣耀冠冕。
§5.5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις.
同样,你们年轻的,要顺服年长的。
Πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι "[ὁ] θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. "
你们所有人也要彼此相待,穿戴谦卑,因为“神阻挡骄傲的人,赐恩给谦卑的人。
§5.6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
” 所以,你们要自卑,服在神大能的手下,好叫祂在时候合适的时候抬举你们。
§5.7πᾶσαν "τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ" αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
你们要将一切的忧虑卸给祂,因为祂顾念你们。
§5.8Νήψατε, γρηγορήσατε.
务要谨守,警醒。
ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν καταπιεῖν·
你们的仇敌魔鬼,如同吼叫的狮子,四处游行,寻找可吞吃的人。
§5.9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
你们要用坚固的信心抵挡他,因为知道你们在世上的众弟兄也是经历同样的苦难。
§5.10Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει.
那赐一切恩典的神,曾在基督里召你们进入祂永远的荣耀,等你们暂受苦难之后,必要亲自成全你们,坚固你们,赐力量给你们。
§5.11αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας·
愿权能归给祂,直到永永远远。
ἀμήν.
阿们。
§5.12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ·
我借着我所看为忠心的兄弟西拉,略略地写了这信给你们,劝勉你们,又证明这恩是神真实的恩。
εἰς ἣν στῆτε.
你们要在这恩上站立得住。
§5.13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου.
在巴比伦与你们同蒙拣选的教会问你们安。 我儿子马可也问你们安。
§5.14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
你们要用爱心的亲嘴彼此问安。
Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.
愿平安归与你们所有在基督里的人。

词汇与语法注释

  1. 5.1μελλούσης ἀποκαλύπτεσθαι δόξης — 修饰属格名词 δόξης 的分词 μελλούσης 与被动不定式 ἀποκαλύπτεσθαι 结合。若用主格表示即为 ἡ μέλλουσα ἀποκαλύπτεσθαι δόξα,用以体现未来必然或注定要显现的荣耀。
  2. 5.9εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι — 作为分词 εἰδότες 宾语的“对格+不定式”结构。对格短语 τὰ αὐτὰ τῶν παθημάτων(同样受苦的事)作被动不定式 ἐπιτελεῖσθαι(被施加、被经历)的逻辑主语,而与格短语 τῇ... ἀδελφότητι(你们在世上的众弟兄)则表示承受这一动作的对象。
  3. 5.10ὀλίγον παθόντας — 不定过去时分词 παθόντας 表示在主句将来时动词(καταρτίσει,)所指动作之前已发生并结束的事情,意为“在受苦之后”。对格的 ὀλίγον 作时间副词,表示持续时间之短(“片刻、暂时”)。
  4. 5.12ὡς λογίζομαι — 作插入语使用的关系从句,意为“正如我所认为的”,表达作者对西拉之忠心的个人主观评价。

引用这一段

新约圣经, 彼得前书 §5.1-5.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg021.humanitext-grc2:5.1-5.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。