§4.1Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν;
你们中间的争端和斗殴是从哪里来的呢?
οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
不是从你们百体中战斗的私欲来的吗?
§4.2ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε.
你们放纵私欲,却得不到,于是你们杀戮;你们嫉妒,却不能得手,于是你们斗殴、争战。
οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· §4.3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
你们得不到,是因为你们不求;你们求也得不到,是因为你们妄求,要把所求的浪费用在你们的私欲上。
§4.4μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν;
淫乱的人哪,你们不知道与世俗为友就是与神为敌吗?
ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
所以,凡想要与世俗为友的,就成了神的仇敌。
§4.5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;
还是你们以为圣书说的是空话吗? “神使之居住在我们里面的那灵,嫉妒般地渴慕着。
§4.6μείζονα δὲ
"δίδωσιν χάριν·
” 但他赐下更大的恩典。
"
διὸ λέγει
"Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. "
所以经上说:“神阻挡骄傲的人,赐恩给谦卑的人。
§4.7Ὑποτάγητε οὖν τῷ θεῷ·
” 所以,你们要顺服神。
ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν·
务要抵挡魔鬼,魔鬼就必离开你们逃跑了。
§4.8ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγίσει ὑμῖν.
你们应当亲近神,神就必亲近你们。
καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
有罪的人哪,要洁净你们的手! 心怀二意的人哪,要清洁你们的心!
§4.9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν·
你们要愁苦、悲哀、哭泣,将你们的喜笑变作悲哀,欢乐变作忧闷。
§4.10ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
务要在主面前谦卑,主就必使你们高升。
§4.11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί·
弟兄们,你们不可彼此诽谤。
ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον·
人若诽谤弟兄,或是审判弟兄,就是诽谤律法、审判律法。
εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
你若审判律法,就不是遵行律法的人,而是审判者。
§4.12εἷς ἔστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι·
设立律法和审判的只有一位,就是那能拯救人也能毁灭人的。
σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον;
你这审判邻舍的,你到底是谁?
§4.13Ἄγε νῦν οἱ λέγοντες Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν·
嘿,现在你们说:“今天或明天我们要往某城去,在那里住一年,做买卖得利。
§4.14οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν·
” 其实明天如何,你们生命是什么,你们还不知道。
ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη·
你们原来是一片云雾,出现片时,随后就消逝了。
§4.15ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ κύριος θέλῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
你们倒不如说:“主若愿意,我们就可以活着,也可以做这事,或做那事。
§4.16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονίαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
” 现今你们竟以骄傲自夸;凡这样自夸的都是恶的。
§4.17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.
人若知道该行善却不去行,这就是他的罪了。