Humanitext Reader

新约圣经 · 雅各书 §3.1-3.18

制伏舌头的训诫与上头来的智慧

第 3 段,共 5 段 · 希腊语

内容简介

作者警告不应有很多人做教师,用各种比喻说明控制舌头(言语)的重要性,并将上头来的智慧与属地的智慧进行了对比。

§3.1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα·
我的弟兄们,不要有很多人作教师,因为知道我们要受更严厉的审判。
§3.2πολλὰ γὰρ πταίομεν ἅπαντες.
原来我们在许多事上都有过失。
εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
若有人在话语上没有过失,他就是完全人,也能勒住自己的全身。
§3.3εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν·
我们若把嚼子放在马嘴里,使它们顺服,就能调动它们的全身。
§3.4ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται·
看哪,船只虽然如此大,又被狂风催逼,只用极小的舵,就随着掌舵的意思转动。
§3.5οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ.
这样,舌头在百体里也是最小的,却能说大话。
ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
看哪,最小的火能点着最大的树林!
§3.6καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
舌头就是火,在我们百体中,舌头是个罪恶的世界,能污秽全身,把生命的轮子点起来,并且是被地狱的火点着的。
§3.7πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· §3.8τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
各类的走兽、飞禽、昆虫和水族,本都可以制伏,也已经被人制伏了;惟独舌头没有人能制伏,是不止息的恶物,满了害死人的毒气。
§3.9ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς "καθʼ ὁμοίωσιν θεοῦ" γεγονότας·
我们用舌头颂赞那为主、为父的,又用舌头咒诅那照着神形象被造的人。
§3.10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα.
颂赞和咒诅从同一个口里出来!
οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
我的弟兄们,这是不应当的。
§3.11μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
泉源从同一个眼里能发出甜苦两样的水吗?
§3.12μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα;
我的弟兄们,无花果树能生橄榄吗? 葡萄树能结无花果吗?
οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
咸水里也不能发出甜水来。
§3.13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν;
你们中间谁是有智慧、有见识的呢?
δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
他就当在智慧的温柔上,用好的品行显出他的行为来。
§3.14εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθίαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
你们心里若怀着苦毒的嫉妒和分争,就不可自夸,也不可说谎话抵挡真理。
§3.15οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
这样的智慧不是从上头来的,乃是属地的,属情欲的,属鬼魔的。
§3.16ὅπου γὰρ ζῆλος καὶ ἐριθία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
在何处有嫉妒、分争,就在何处有扰乱和各样的坏事。
§3.17ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
惟独从上头来的智慧,先是清洁,后是和平,温良柔顺,满有怜悯,多结善果,没有偏见,没有假冒。
§3.18καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
并且使人和平的,是用和平栽种义的果子。

词汇与语法注释

  1. 3.1εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα — 分词 εἰδότες(“知道”)表示原因。尽管主句的主动词 γίνεσθε(“你们成为”)是第二人称复数,但 ὅτι 从句中的动词 λημψόμεθα(“我们将承受”)则是第一人称复数,表明作者将自己也列入将受审判的教师之中。
  2. 3.3εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν — 条件句的解读。虽然部分抄本将此处读作 ἴδε(“看哪”)而非 εἰ δέ(“如果”),但在此将其处理为条件句,以 καὶ ὅλον... μετάγομεν 为归结句(“如果我们放……我们也调动……”),是结构上最连贯的解读。
  3. 3.6ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν — 句法结构。ἡ γλῶσσα(“舌头”)是动词 καθίσταται(“被安置/呈现为”)的主语,而 ὁ κόσμος τῆς ἀδικίας(“不义的世界”)作为主格表语,描述了舌头在百体中的地位和性质。
  4. 3.18τοῖς ποιοῦσιν εἰρήνην — 与格的功能。短语 τοῖς ποιοῦσιν εἰρήνην(“使人和平的/为了使人和平的人”)既可以解释为施事者与格(由使人和平的人“播种”),也可以解释为受益者与格(“为”他们而播种),两者都表达了缔造和平的行为与其公义果实之间的紧密联系。

引用这一段

新约圣经, 雅各书 §3.1-3.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg020.humanitext-grc2:3.1-3.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。