Humanitext Reader

新约圣经 · 雅各书 §5.1-5.20

对富人的警告与忍耐等候及信心的祈祷

第 5 段,共 5 段 · 希腊语

内容简介

本文严厉警告剥削工人的不义富人,勉励信徒坚忍等候主的来临,并强调了共同体内部祷告、互相认罪以及挽回迷失真道者的重要意义。

§5.1Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
嗐! 你们这些富足的人哪,应当哭泣、号啕,因为将有灾难临到你们身上。
§5.2ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
你们的财物坏了,衣服也被虫子咬了。
§5.3ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν·
你们的金银都生锈了,这锈要证明你们的罪,又要像火一样吞吃你们的肉。
ὡς "πῦρ ἐθησαυρίσατε" ἐν ἐσχάταις ἡμέραις.
你们在这末后的日子只知道积攒钱财。
§5.4ἰδοὺ "ὁ μισθὸς" τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος "ἀφʼ ὑμῶν κράζει," καὶ αἱ βοαὶ τῶν θερισάντων "εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ" εἰσελήλυθαν·
收割你们庄稼的工人,被你们克扣了工钱,这工钱正喊着;并且那收割之人的呼声,已经入了万军之主的耳中。
§5.5ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν "ἐν ἡμέρᾳ σφαγῆς. "
你们在世上享美福,好宴乐,当宰杀的日子竟娇养你们的心。
§5.6κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ "ἀντιτάσσεται" ὑμῖν;
你们定了义人的罪,把他杀害,他并不抵挡你们。
§5.7Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου.
弟兄们哪,你们要忍耐,直到主来。
ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ "πρόϊμον καὶ ὄψιμον. "
看哪,农夫忍耐等候地里宝贵的出产,直到得了秋雨春雨。
§5.8μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
你们也当忍耐,坚固你们的心,因为主来的日子近了。
§5.9μὴ στενάζετε, ἀδελφοί, κατʼ ἀλλήλων, ἵνα μὴ κριθῆτε·
弟兄们,你们不要彼此怨恨,免得受审判。
ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
看哪,审判的主站在门前了。
§5.10ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ὲν τῷ ὀνόματι Κυρίου.
弟兄们,你们要把那奉主名说话的众先知,当作能受苦能忍耐的榜样。
§5.11ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας·
那能忍耐的人,我们称他们是有福的。
τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.
你们听见过约伯的忍耐,也看见主给他的结局,明显主是满心怜悯,大有慈悲。
§5.12Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον·
我的弟兄们,最要紧的是不可起誓;不可指着天起誓,也不可指着地起誓,无论何誓都不可起。
ἤτω δὲ ὑμῶν τό Ναί ναὶ καὶ τό Οὔ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
你们说话,是,就说是;不是,就说不是,免得你们落在审判之下。
§5.13Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
你们中间有受苦的呢,他就该祷告;有喜乐的呢,他就该歌颂。
§5.14ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι [τοῦ κυρίου]·
你们中间有病了的呢,他就该请教会的长老来;他们可以奉主的名为他用油抹身体,为他祷告。
§5.15καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
出于信心的祈祷要救那病人,主必叫他起来;他若犯了罪,也必蒙赦免。
§5.16ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ προσεύχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε.
所以你们要彼此认罪,互相代求,使你们可以得医治。
§5.17πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
义人祈祷所发的力量是大有功效的。
Ἠλείας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
伊利沙与我们是一样性情的人,他恳切祷告,求不要下雨,雨就三年零六个月不下在地上。
§5.18καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
他又祷告,天就降下雨来,地也生出土产。
§5.19Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, §5.20γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ "καλύψει" πλῆθος "ἁμαρτιῶν. "
我的弟兄们,你们中间若有人迷失真道,有人使他回转,这人该知道:那叫一个罪人从迷路上回转的,便是救一个灵魂不死,并且遮盖许多的罪。

词汇与语法注释

  1. 5.3ὡς πῦρ — 关于 ὡς πῦρ(如火一般)的修饰对象有两种解释。一种是修饰前文的 φάγεται τὰς σάρκας ὑμῶν(吃你们的肉),另一种是作为后文 ἐθησαυρίσατε(积蓄)的宾语,意为“积蓄了如火般的[愤怒]”。本译文采用前者,将其视为表示吞噬方式的修饰语。
  2. 5.6οὐκ ἀντιτάσσεται ὑμῖν; — οὐκ ἀντιτάσσεται ὑμῖν 的主语最自然地被理解为前文的 τὸν δίκαιον(义人),即“他并不抵挡你们”。虽然也有将其解读为疑问句(“他岂不抵挡你们吗?”)的观点,但本译文将其作为陈述句处理。
  3. 5.11ὅτι πολύσπλαγχνός ἐστιν — 连词 ὅ提 通常被理解为表示原因(因为主是满心怜悯的),用以解释前文“你们看见了主的结局”。但它也可以被解释为引导 εἴδετε(看见)的宾语从句(看见主是慈悲的)。本译文采用原因从句的解释,以突显约伯结局中所彰显的神性。
  4. 5.17προσευχῇ προσηύξατο — 与格名词 προσευχῇ(用祷告)与同源动词 προσηύξατο(祷告)的结合,是一种闪米特语(希伯来语/阿拉米语)式的强调表达法,意为“他切切地祷告”。

引用这一段

新约圣经, 雅各书 §5.1-5.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg020.humanitext-grc2:5.1-5.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。