Humanitext Reader

新约圣经 · 希伯来书 §8.1-8.13

天上真圣所的大祭司与更美的新约

第 8 段,共 13 段 · 希腊语

内容简介

阐述基督作为天上真圣所大祭司的超越性,指出祂是比旧约更美的“新约”的中保,并以先知之言论证前约的局限与过时。

§8.1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς "ἐκάθισεν ἐν δεξιᾶ" τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, §8.2τῶν ἁγίων λειτουργὸς καὶ "τῆς σκηνῆς" τῆς ἀληθινῆς, "ἣν ἔπηξεν ὁ κύριος," οὐκ ἄνθρωπος.
我们所说之事的要点就是:我们有这样一位大祭司,祂“坐在”天上至大者宝座的“右边”,祂是圣所,以及那由“主所支搭”而非人所支搭的真“帐幕”里的执事。
§8.3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
因为凡大祭司都是为着献上礼物和祭物而设立的;因此,这一位也必须有所献上的。
§8.4εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδʼ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα·
如果祂在地上,祂甚至不会是祭司,因为已经有照着律法献上礼物的祭司。
§8.5(οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωυσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, "Ὅρα" γάρ, φησίν, "ποιήσεις πάντα gt κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·
(他们所供奉的,不过是天上事物的复制品和影子,正如摩西将要建造帐幕时蒙神指示说:“你要谨慎,作一切的物件都要照着在山上指示你的样式。
" ) §8.6νῦν δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
”)如今,祂所得的职任是更加超越的,正像祂作中保的约是更美的约一样,因为这约是凭更美的应许制定的。
§8.7εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·
因为如果那第一个约是没有瑕疵的,就没有寻求第二个约的余地了。
§8.8μεμφόμενος γὰρ αὐτοὺς λέγει " Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπι τὸν οἶκον Ἰούδα διαθήκην καινήν, "
确实,神指责他们说: “看哪,日子将到,主说,我要与以色列家和犹大家立一个新约。
§8.9" οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. "
” “这约不像是那些日子我拉着他们祖先的手,领他们出埃及地的时候与他们所立的约。 因为他们没有恒心守我的约,我也不理他们,主说。
§8.10" ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ μετὰ τὰς ἡμέρας ὲκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονται μοι εἰς λαόν. "
” “因为这是那些日子以后,我与以色列家所立的约,主说:我要将我的律法放在他们的心思里,写在他们的心上;我要作他们的神,他们要作我的子民。
§8.11" καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων Γνῶθι τὸν κύριον, ὅτι παντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. "
” “他们不用各人教导自己的同胞,和自己的弟兄,说:‘你该认识主’;因为他们从最小的到最大的,都必认识我。
§8.12" ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. "
” “因为我要宽恕他们的不义,不再记念他们的罪恶。
§8.13ἐν τῷ λέγειν "Καινήν" πεπαλαίωκεν τὴν πρώτην, τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
” 祂既然说了“新约”,就是把前约看作旧的了。 而那渐旧渐衰的,就快要消逝了。

词汇与语法注释

  1. 8.1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις — 独立主格名词短语,用于引导当前论述的核心。前置词 ἐπί 在此表示“关于”,与现在分词被动态(或中动态)的属格/与格词组连接,起过渡作用:“对于现在所说的事,其要点在于……”
  2. 8.4εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδʼ ἂν ἦν ἱερεύς — 由条件从句中的未完成过去直说法(ἦν)与主句中的 ἄν 连同未完成过去直说法(ἦν)构成的现在反事实条件句。旨在说明如果基督现在处于地上,祂便不具有地上祭司的资格。
  3. 8.4ὄντων τῶν προσφερόντων — 带有现在分词 ὄντων 的属格绝对构面。此处表示原因(“因为已有献礼物的人”),指明地上既然已经存在照律法献祭的利未祭司,因此基督在地上便无其职分。
  4. 8.6ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης — 程度关系与格 ὅσῳ(“在何等程度上”)与前句的比较级形容词 διαφορωτέρας 呼应,表明基督大祭司职任的超越性与其所中保之约的优越性成正比。
  5. 8.13ἐν τῷ λέγειν — 前置词 ἐν 与冠词不定式 τῷ λέγειν 连用,在此表示伴随的时间或手段。译作“通过说[新]”,意指上帝称该约为“新”的这一举动,在逻辑上使前一个约自动失效并过时。

引用这一段

新约圣经, 希伯来书 §8.1-8.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:8.1-8.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。