Humanitext Reader

新约圣经 · 希伯来书 §7.1-7.28

麦基洗德的祭司职分与永远的大祭司耶稣

第 7 段,共 13 段 · 希腊语

内容简介

作者通过麦基洗德对亚伯拉罕的祝福和收纳十分之一,论证了麦基洗德祭司职分的超越性,指出利未祭司职分和律法是不完全的,并阐明耶稣凭借神的起誓成为了永远不变的大祭司。

§7.1Οὗτος γὰρ ὁ "Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου," †ὁ† "συναντήσας" Ἀβραὰμ "ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων" καὶ "εὐλογήσας" αὐτόν,
这位 “麦基洗德,就是撒冷王、至高神的祭司”,当亚伯拉罕 “杀败诸王回来” 的时候,他 “迎接” 他,并给他 “祝福”。
§7.2ᾧ καὶ "δεκάτην ἀπὸ πάντων" ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος Βασιλεὺς Δικαιοσύνης ἔπειτα δὲ καὶ "βασιλεὺς Σαλήμ," ὅ ἐστιν βασιλεὺς Εἰρήνης,
亚伯拉罕也将 “一切所有的十分之一” 分给他。 他名字的意思,首先解释出来是“公义之王”,然后他也是 “撒冷王”,就是“平安之王”的意思。
§7.3ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει "ἱερεὺς" εἰς τὸ διηνεκές.
他无父、无母、无族谱,既无生之始,也无命之终,而是与神的儿子相似,永远作 “祭司”。
§7.4Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ "δεκάτην Ἀβραὰμ ἔδωκεν" ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
你们看,这个人是何等伟大,连先祖 “亚伯拉罕” 也从上等战利品中 “将十分之一给了他”!
§7.5καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευεὶ τὴν ἱερατίαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῖν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
那些利未子孙中领受祭司职分的,奉命照着律法向百姓,就是他们的弟兄,征收十分之一,虽然弟兄们也是从亚伯拉罕的身子中所生的。
§7.6ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας "εὐλόγηκεν. "
但这位不与他们同谱系的,却从亚伯拉罕收纳了十分之一,并且给那承受应许的 “祝福”。
§7.7χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
毫无疑问,向来是位分小的蒙位分大的祝福。
§7.8καὶ ὧδε μὲν "δεκάτας" ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
在这里,是必死的人收纳 “十分之一”;但在那里,是那被证实为活着的人收纳。
§7.9καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ καὶ Λευεὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται,
并且,可以说,连那收纳十分之一的利未,也是借着亚伯拉罕纳了十分之一。
§7.10ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε "συνήντησεν αὐτῷ Μελχισεδέκ. "
因为 “麦基洗德迎接他” 的时候,利未已经在他祖先的身子里。
§7.11Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευειτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία "κατὰ τὴν τάξιν Μελχισεδὲκ" ἕτερον ἀνίστασθαι "ἱερέα" καὶ οὐ "κατὰ τὴν τάξιν" Ἀαρὼν λέγεσθαι;
如果通过利未的祭司职分能达到完全(因为百姓是在这职分下承受律法的),为什么还需要照着 “麦基洗德的等次” 另外兴起一位 “祭司”,而不照着亚伦的 “等次” 称呼呢?
§7.12μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
因为祭司职分既已更改,律法也必须更改。
§7.13ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
确实,这些话所指的那位,是属于另一个支派的,而那支派里从来没有人奉事过祭坛。
§7.14πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωυσῆς ἐλάλησεν.
显然,我们的主是从犹大出来的,对于这个支派,摩西并没有说到过关于祭司的事。
§7.15Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ "κατὰ τὴν" ὁμοιότητα "Μελχισεδὲκ" ἀνίσταται "ἱερεὺς" ἕτερος,
如果照着 “麦基洗德的” 样式另外兴起一位 “祭司”,这件事就更加显而易见了。
§7.16ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
祂成为祭司,不是照着肉体条例的律法,而是照着无穷之生命的生命大能。
§7.17μαρτυρεῖται γὰρ ὅτι "Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
因为有给祂作见证的说: “你是永远为祭司,照着麦基洗德的等次。
" §7.18ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
” 确实,先前的条例因为自身的软弱无益而被废弃了。
§7.19οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ θεῷ.
(因为律法没有使任何事物达到完全);但引进了更美的盼望,我们借此得以亲近神。
§7.20Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
并且,这不是没有起誓的。
§7.21ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αἰτόν "Ὤμοσεν Κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα," )
因为以前那些人成为祭司,是没有起誓的;但这一位是由那对祂说话的起誓而成的,正如对祂所说: “主起了誓,决不后悔:你是永远为祭司。
§7.22κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
” 这样,耶稣就成了更美之约的保证人。
§7.23Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· §7.24ὁ δὲ διὰ τὸ μένειν αὐτὸν "εἰς τὸν αἰῶνα" ἀπαράβατον· ἔχει τὴν ἱερωσύνην·
以前那些人成为祭司的数目多,是因为死阻碍了他们存留;但这位因为祂 “永远” 存留,就拥有不可更改的祭司职分。
§7.25ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
所以,凡靠着祂进到神面前的人,祂都能拯救到底,因为祂是永远活着,为他们祈求。
§7.26Τοιοῦτος γὰρ ἡμῖν [καὶ] ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· §7.27ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας)·
这样的大祭司,对我们确实是合宜的:祂是圣洁、无邪恶、无玷污、远离罪人、高过诸天之上的;祂不像那些大祭司,每日必须先为自己的罪献祭,后为百姓的罪献祭,因为祂献上自己,一次就成全了这事。
§7.28ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον "υἱόν, εἰς τὸν αἰῶνα" τετελειωμένον.
律法所立的大祭司是有软弱的人,但在律法以后所立之起誓的话,却立了 “儿子,永远” 成为完全。

词汇与语法注释

  1. 7.1Οὗτος γὰρ ὁ Μελχισεδέκ — 这一长句(7.1-3)由主句构成,其主语为7.1中的“Οὗτος γὰρ ὁ Μελχισεδέκ”,主动词为7.3末尾的“μένει ἱερεύς”。夹在其中的关系从句和分词短语均修饰麦基洗德的身份与资格。
  2. 7.5ἐξεληλυθότας — 这是一个现在完成时主动分词,表示“已经从……出来”。宾格形式的“ἐξεληλυθότας”与“καίπερ”连用表示让步(尽管他们已经出自),并在语法上修饰其逻辑主语“τοὺς ἀδελφοὺς αὐτῶν”(他们的弟兄)。
  3. 7.11ὁ λαὸς γὰρ ἐπʼ αὐτῆς νενομοθέτηται — “ἐπʼ αὐτῆς” 中的 “αὐτῆς” 是阴性单数代名词,指代前文的 “Λευειτικῆς ἱερωσύνης”(利未的祭司职分)。介词 “ἐπί” 接属格表示“在……的基础上”或“在……之下”。这作为一个插入句,表明律法的颁布是以利未祭司职分为依托的。
  4. 7.19ἐπεισαγωγὴ δὲ — 这是一个主格,与前句 “ἀθέτησις μὲν γὰρ γίνεται”(先前的条例被废弃了)中的 “ἀθέτησις μέν” 形成对比。因此,应当补出省略的动词来理解:“ἐπεισαγωγὴ δέ [γίνεται]”(引进了[或发生]更美的盼望)。

引用这一段

新约圣经, 希伯来书 §7.1-7.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:7.1-7.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。