Humanitext Reader

新约圣经 · 希伯来书 §9.1-9.28

地上帐幕的局限与基督成就的完全救赎

第 9 段,共 13 段 · 希腊语

内容简介

本章对比了地上帐幕的结构、旧约礼拜的局限,以及基督作为新约中保,通过自己的血仅一次进入天上的圣所,成就了完全的救赎。

§9.1Εἶχε μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
原来前约也有礼拜的条例和地上的圣所。
§9.2σκηνὴ γὰρ κατεσκευάσθη· ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· §9.3μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, §9.4χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, §9.5ὑπεράνω δὲ αὐτῆς Χερουβεὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον·
因为有预备的帐幕,第一间在里面,有灯台、桌子和陈设饼,这称为“圣所”;在第二道幔子后面,又有一间帐幕,称为“至圣所”,有金香炉,有包金的约柜,柜里有盛玛哪的金罐、亚伦发过芽的杖和两块约版;柜上面有荣耀的基路伯罩着施恩座。
περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
关于这些,现在不能一一细说了。
§9.6Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
这些物件既这样齐备,众祭司就常常进入第一间帐幕,行礼拜的礼。
§9.7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
至于第二间帐幕,惟有大祭司一年一次独自进去,并且没有不带着血的,这血是为自己和百姓的过错献上的。
§9.8τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
圣灵借此指明,只要第一间帐幕还在,进入至圣所的路就还没有显明。
§9.9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθʼ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
那帐幕是现今时代的一个表样,照这表样所献的礼物和祭物,都不能叫礼拜的人在良心上得到完全。
§9.10μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
这些不过是关于饮食和诸般洁净的规矩,是属肉体的条例,命定到振兴的时候为止。
§9.11Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτʼ ἔστιν οὐ ταύτης τῆς κτίσεως, §9.12οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
但现在基督已经来到,作了已实现之美事的大祭司,经过那更大更全备的帐幕,不是人手所造,也就是说,不属乎这世界的;祂不用山羊和牛犊的血,乃用自己的血,只一次进入圣所,成了永远赎罪的事。
§9.13εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, §9.14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
若山羊和公牛的血,并母牛犊的灰,洒在不洁的人身上,尚且叫人成圣,身体洁净,何况基督的血,祂借着永远的灵将自己无瑕无疵献给神,岂不更能洁净我们的良心,除去我们的死行,使我们侍奉那永生神吗?
§9.15Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
为此,祂作了新约的中保,既然受死赎了人在前约之下的过犯,便叫蒙召的人得着所应许永远的产业。
§9.16ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· §9.17διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μὴ τότε ἰσχύει ὅτε ζῇ ὁ §9.18διαθέμενος.
凡有遗命,立遗命的人必须死了;因为人死了,遗命才有效力,若立遗命的人还活着,遗命就没有效力。
Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐνκεκαίνισται·
所以,前约也不是不用血立的。
§9.19λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωυσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον. καὶ πάντα τὸν λαὸν ἐράντισεν, §9.20λέγων "Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο" §9.21"πρὸς ὑμᾶς ὁ θεός·
因为摩西当日照着律法将各样诫命传给众百姓,就拿朱红色绒和牛膝草,把牛犊和山羊的血和水洒在书上,又洒在众百姓身上,说:“这是神与你们立约的血。
" καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
” 他又照样把血洒在帐幕和各样器皿上。
§9.22καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
按着律法,凡物差不多都是用血洁净的;若不流血,罪就得不到赦免。
§9.23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
照着天上样式作的物件必须用这些祭物去洁净;但那天上的本物自然当用更美的祭物去洁净。
§9.24οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· §9.25οὐδʼ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατʼ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, §9.26ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου·
因为基督并不是进了人手所造的圣所(这不过是真圣所的影像),乃是进了天堂,如今为我们显在神面前;也不是多次将自己献上,像那大祭司每年带着牛羊的血进入圣所,如果这样,祂从创世以来,就必多次受苦了。
νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
但如今祂在这世代的末了显现一次,用自己的身体为祭,好除掉罪。
§9.27καὶ καθʼ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
按着定命,人人皆有一死,死后且有审判。
§9.28οὕτως καὶ ὁ χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ "πολλῶν ἀνενεγκεῖν ἁμαρτίας," ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
像这样,基督既然一次被献,担当了多人的罪,将来要向那等候祂的人第二次显现,并与罪无关,乃是为拯救他们。

词汇与语法注释

  1. §9.1ἡ πρώτη — “第一”的后面省略了“约”(διαθήκη),这从前一章(8.13等)的语境中可以明确得知。
  2. §9.8ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν — 属格独立分词结构,表示时间或条件,意为“在第一重帐幕仍旧存在(直译:保持其立足点)的时候”。
  3. §9.16διαθήκη — 希腊语 διαθήκη 兼有“契约”与“遗嘱”双重含义。在9.15之前主要指“约/契约”,但在9.16-17中,语境转向了“遗嘱”这一法律概念,即必须在立遗嘱者(ὁ διαθέμενος)死后才能生效。

引用这一段

新约圣经, 希伯来书 §9.1-9.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:9.1-9.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。