§2.1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
至于你,要讲明符合健全教义的事。
§2.2Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
劝老年人要节制、庄重、自制,在信心、爱心、忍耐上都要健全。
§2.3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, §2.4ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, §2.5σώφρονας, ἁγνάς, οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
同样,劝老年妇女在举止上要圣洁,不说谗言,不作好酒的奴隶,作教导善事的人,好指教年轻妇女爱丈夫、爱儿女、庄重、纯洁、料理家务、善良、顺服自己的丈夫,免得神的道理被毁谤。
§2.6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
同样,要劝年轻男子要庄重。
§2.7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα, §2.8λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.
你自己要在凡事上作善行的榜样,在教导上要纯正、庄重、话语健全、无可指责,使那反对的人因无处可说我们的坏话而自觉羞愧。
§2.9δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, §2.10μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
劝仆人要凡事顺服自己的主人,取他们的喜悦,不顶撞他们,不私拿东西,倒要显出十分的忠诚,好使我们在凡事上都能装饰我们救主神的教义。
§2.11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς, §2.12ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, §2.13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ,
因为神救万人的恩典已经显明出来,训诲我们,使我们否定不敬虔的心和世俗的私欲,在今世过庄重、公义、敬虔的生活,等候那福乐的盼望,以及我们伟大的神和救主耶稣基督荣耀的显现。
§2.14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ
"καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον,"
ζηλωτὴν καλῶν ἔργων.
他为我们舍了自己,是要赎我们脱离一切不法的事,并洁净我们作他自己的子民,热心行善。
§2.15Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς·
这些事你要讲明,用各样的权柄劝勉人、责备人。
μηδείς σου περιφρονείτω.
不要让人小看你。