§1.1ΠΑΥΛΟΣ δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατʼ εὐσέβειαν §1.2ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων §1.3ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις, τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ,
保罗,作神的仆人,和耶稣基督的使徒,凭着神选民的信心与敬虔之真理的知识,盼望那无谎言的神在万古之先所应许的永生,到了适当的时候,神借着传道传扬了他的话。 我按着我们救主神的命令被委托了这传道的事。
§1.4Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
写信给提多,就是照着共有的信心作我真子的:愿恩惠、平安从父神和我们的救主基督耶稣临到你。
§1.5Τούτου χάριν ἀπέλειπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
我留你在克里特,是要你将那未办完的事都整顿好,又照我所吩咐你的,在各城设立长老。
§1.6εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
若有人无可指责,只作一个妇人的丈夫,儿女也是信主的,没有人告他们是放荡或不服约束的,就可以设立。
§1.7δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, §1.8ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, §1.9ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
因为监督既是神的管家,必须无可指责,不自私,不暴躁,不因酒滋事,不打人,不贪无义之财;乐意接待客旅,好善,庄重,公平,圣洁,自制,坚守合乎教义的真实道理,使他能用健全的教训劝勉人,又能把争辩的人驳倒。
§1.10Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
因为有许多人不服约束,说虚空的话,折磨人的心,尤其是那些受割礼的人。
§1.11οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
这些人的口必须堵住。 他们因着贪图无义之财,将不该教导的事教导人,败坏人的全家。
§1.12εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί·
他们当中的一个,就是他们本地的先知说:“克里特人常说谎话,是恶兽,又懒又饕餮。
§1.13ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής.
” 这个见证是真实的。
διʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, §1.14ἵνα ὑγιαίνωσιν [ἐν] τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
因此,你要严厉地责备他们,使他们在信心上健全,不听犹太人荒渺的言语和背弃真理之人的诫命。
§1.15πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
在洁净的人,凡物都洁净;在污秽不信的人,什么都不洁净,连他们的心思和良心也都污秽了。
§1.16θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
他们宣称认识神,行事却否定他;他们是可憎恶的,是不服约束的,在各样善事上是无用的。