Humanitext Reader

新约圣经 · 哥林多后书 §2.1-2.17

宽恕犯错之人与基督馨香的凯旋

第 2 段,共 13 段 · 希腊语

内容简介

保罗解释了自己不愿带着忧愁再次访问哥林多的决定,并表明先前的痛心之信是出于爱。他劝门徒宽恕并接纳犯错之人,随后表述神如何在宣教中引领他们作基督的香气并得胜。

§2.1ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν·
我自己定了主意,再到你们那里去的时候,必须不带忧愁。
§2.2εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
倘若我叫你们忧愁,除了那受我之忧的人以外,谁能叫我快乐呢?
§2.3καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν.
我曾把这话写给你们,免得我来的时候,准能叫我快乐的人反倒叫我忧愁;我也深信,你们众人都有我的快乐。
§2.4ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
我先前心里难过痛苦,多多的流泪写信给你们,不是要你们忧愁,乃是要你们知道我格外地疼爱你们。
§2.5Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.
若有叫人忧愁的,他不但叫我忧愁,也是叫你们众人有几分忧愁。 我说有几分,恐怕说得太重。
§2.6ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, §2.7ὥστε τοὐναντίον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
这样的人,受了众人的责罚也就够了;倒不如赦免他,安慰他,免得他忧愁太过,甚至沉沦了。
§2.8διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην·
所以我劝你们,要向他显出坚定不移的爱心来。
§2.9εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
我先前写信给你们,也是要试验你们,看你们凡事顺从不顺从。
§2.10ᾧ δέ τι χαρίζεσθε, κἀγώ·
你们常赦免谁,我也赦免谁。
καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, διʼ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, §2.11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
我若有所赦免的,是在基督面前为你们赦免的,免得撒但占了我们的便宜,因我们并非不知道他的诡计。
§2.12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
我从前为基督的福音到了特罗亚,主也给我开了门。
§2.13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
那时因为没有遇见兄弟提多,我心里不安,便辞别那里的人往马其顿去了。
§2.14Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ·
感谢神! 常帅领我们在基督里夸胜,并借着我们在各处显扬那因认识基督而有的香气。
§2.15ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
因为我们在神面前,无论在得救的人身上或灭亡的人身上,都有基督馨香之气。
§2.16οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.
在这等人,就作了死死的香气;在那等,就作了活活的香气。
καὶ πρὸς ταῦτα τίς ἱκανός;
这事谁能当得起呢?
§2.17οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλʼ ὡς ἐξ εἰλικρινίας, ἀλλʼ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
我们不像那许多人,为利混乱神的道;乃是由于诚实,由于神,在神面前凭着基督讲道。

词汇与语法注释

  1. 2.3ἀφʼ ὧν ἔδει με χαίρειν — 关系代词 ὧν(复数属格)受到了介词 ἀπό 的支配,其先行词(指代那些人)被省略,此为格的同化现象。在句中表示“从那些本该使我快乐的人那里(承受忧愁)”。
  2. 2.5ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς — 连词 ἵνα 引导的从句具有插入或限制性质(意为“免得我说得太重”),用以缓和前面的陈述。短语 ἀπὸ μέρους(在某种程度上/有几分)修饰使人忧愁的动作,表示该人虽然使全教会受了忧愁,但作者为了避免言过其实,而作了限制性陈述。
  3. 2.13τῷ μὴ εὑρεῖν με Τίτον — 带冠词不定式的与格形式(τῷ εὑρεῖν)表示原因,并带有否定词 μή、不定式的动作主体(对格的 με,即“我”)以及宾语 Τίτον。字面意思是“由于我没有找到提多”。
  4. 2.14τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς — 动词 θριαμβεύω(意为“在凯旋游行中引领”)及物性地支配对格的 ἡμᾶς(“我们”)。此处的生动隐喻表示神在基督的凯旋行列中带领使徒(作为俘虏或随从),既暗指使徒对神的完全顺服,也表示他们分享了基督的胜利。

引用这一段

新约圣经, 哥林多后书 §2.1-2.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg008.humanitext-grc2:2.1-2.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。