Humanitext Reader

新约圣经 · 哥林多后书 §3.1-3.18

新约的执事与圣灵长存的荣光

第 3 段,共 13 段 · 希腊语

内容简介

保罗宣称哥林多人本身就是用活神的灵所写的基督书信,强调他作为新约执事的资格乃是出于神。他将摩西旧约那渐趋消逝的荣光,与由圣灵带来的恒常且使人蜕变的荣光与自由进行了对比。

§3.1Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν;
我们难道又开始推荐自己吗?
ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν;
还是我们像有些人那样,需要给你们或者从你们那里拿来的推荐信吗?
§3.2ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ἐνγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
你们就是我们的推荐信,写在我们的心里,被众人所知道、所诵读。
§3.3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, "ἐνγεγραμμένη" οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν "πλαξὶν λιθίναις" ἀλλʼ ἐν "πλαξὶν καρδίαις σαρκίναις. "
你们显明自己是基督的书信,由我们所经手,“写”的时候不是用墨水,而是用永生神的灵,不是写在“石版”上,而是写在“肉心的石版”上。
§3.4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ χριστοῦ πρὸς τὸν θεόν.
我们凭着基督,在神面前抱有这样的确信。
§3.5οὐχ ὅτι ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ αὑτῶν, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
并不是我们凭自己能承担什么,视之如同出于我们自己,而是我们的能力是由神而来。
§3.6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.
祂也使我们有能力作新约的执事,不是凭着字句,而是凭着圣灵;因为字句叫人死,圣灵却叫人活。
§3.7Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωυσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, §3.8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
如果那用字句刻在石头上、使人死的职事尚且带有荣光,以致以色列人因摩西脸上那渐趋消逝的荣光而不能定睛看他的脸,何况那属圣灵的职事,难道不更带有荣光吗?
§3.9εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
若是定罪的职事有荣光,称义的职事就更满有荣光了。
§3.10καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης·
其实那曾有荣光的,因这极大的荣光,在这一对比之下,就算不得有荣光了。
§3.11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
如果那渐趋消逝的有过荣光,这长存的就更满有荣光了。
§3.12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, §3.13καὶ οὐ καθάπερ "Μωυσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ," πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
我们既有这样的盼望,就非常坦然无惧,不像“摩西将帕子蒙在脸上”,免得以色列人定睛看那渐趋消逝之物的结局。
§3.14ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται,
但他们的心意变得迟钝;因为直到今日,每逢诵读旧约的时候,这同一块帕子依然存在,没有被揭去,因为这帕子是在基督里才被废除的。
§3.15ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
然而直到今日,每逢诵读摩西书的时候,帕子依然蒙在他们心上。
§3.16"ἡνίκα" "δὲ ἐὰν ἐπιστρέψῃ πρὸξ Κύριον, περιαιρεῖται τὸ κάλυμμα.
“但每逢有人归向主,帕子就被除去了。
" §3.17ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία.
” 主就是那灵;主的灵在哪里,哪里就有自由。
§3.18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ "τὴν δόξαν Κυρίου" κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
我们众人既然敞着脸得以看见主的荣光,好像从镜子里返照,就蜕变成为与祂有相同的形象,荣上加荣,这正是出于主——那灵。

词汇与语法注释

  1. §3.3φανερούμενοι — 分词 `φανερούμενοι`(主格、复数、阳性)在逻辑上以第3.2节的主语 `ὑμεῖς`(你们,第二人称复数)为主语。这里出现了一种破格(语法不一致)现象,用第三人称复数分词形式来修饰第二人称的主语,强调你们作为“基督的书信”显明出来的客观事实。
  2. §3.5οὐχ ὅτι — 意为“并不是”的惯用省略表达,相当于 `οὐκ ἐρῶ ὅτι`(我不是说……)。此处用作限定语,以防止读者误认为前文所宣称的“有资格”是出于使徒们自身的能耐。
  3. §3.10οὐ δεδόξασται τὸ δεδοξασμένον — `τὸ δεδοξασμένον`(完成时被动分词中性单数)指曾经拥有荣光的事物(即摩西的旧约),而 `οὐ δεδόξασται`(完成时被动直说法语气第三人称单数)作谓语。形成一个吊诡的表达:“那曾经有荣光的,如今已没有荣光了。”
  4. §3.18κατοπτριζόμενοι — 动词 `κατοπτρίζω` 的中动语气分词,有两种可能的解释:(1)“像在镜子里一样注视(主的荣光)”;(2)“像镜子一样反射(主的荣光)”。结合上下文(帕子被除掉,像摩西那样直接注视神圣荣光的意象),采取第(1)种解释较为自然。

引用这一段

新约圣经, 哥林多后书 §3.1-3.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg008.humanitext-grc2:3.1-3.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。