§17μέγα δʼ αὐτοῖς συνεβάλετο εἰς τὸ προθύμως ὑπὲρ τῆς Ἑλλάδος ἀγωνίσασθαι τὸ ἐν τῇ Βοιωτίᾳ τὴν μάχην τὴν προτέραν γενέσθαι.
而在波奥蒂亚发生的先前那场战斗,对他们为希腊英勇奋战起到了极大的推动作用。
ἑώρων γὰρ τὴν μὲν πόλιν τῶν Θηβαίων οἰκτρῶς ἠφανισμένην ἐξ ἀνθρώπων, τὴν δὲ ἀκρόπολιν αὐτῆς φρουρουμένην ὑπὸ τῶν Μακεδόνων, τὰ δὲ σώματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον παρεῖχε τόλμαν εἰς τὸ κινδυνεύειν προχείρως.
因为他们亲眼看到底比斯城从人间惨痛地消失,其卫城被马其顿人驻守,居民的肉体被奴役,土地被他人瓜分,以至于呈现在眼前的这些惨状,赋予了他们毫不犹豫地挺身涉险的勇气。
§18ἀλλὰ μὴν τήν γε περὶ Πύλας καὶ Λαμίαν μάχην γενομένην οὐχ ἧττον αὐτοῖς ἔνδοξον γενέσθαι συμβέβηκεν ἧς ἐν Βοιωτοῖς ἠγωνίσαντο, οὐ μόνον τῷ μαχομένους νικᾶν Ἀντίπατρον καὶ τοὺς ςυμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ τῷ ἐνταυθοῖ γεγενῆσθαι τὴν μάχην.
再者,在皮莱和拉米亚周围发生的战斗,对他们而言,其荣耀绝不亚于他们在波奥蒂亚进行的战斗,这不仅是因为他们在战斗中击败了安提帕特及其盟友,也是因为战斗发生在这个地方。
ἀφικνούμενοι γὰρ οἱ Ἕλληνες ἅπαντες δὶς τοῦ ἐνιαυτοῦ εἰς τὴν Πυλαίαν, θεωροὶ γενήσονται τῶν ἔργων τῶν πεπραγμένων αὐτοῖς· ἅμα γὰρ εἰς τὸν τόπον ἁθροισθήσονται καὶ τῆς τούτων ἀρετῆς μνησθήσονται.
因为所有的希腊人每年两次来到皮莱亚大会时,都将成为他们所建立功绩的的见证者;他们将在聚集于该地的同时,缅怀这些人的美德。
§19οὐδένες γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετʼ ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος, ἀλλʼ οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες.
因为在过去的所有人中,从未有人为了更美好的事业、面对更强大的敌人、或以更少的人数进行战斗,他们判定美德才是力量,勇气才是数量,而非肉体的庞大数量。
καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κοινὸν πᾶσιν κατέθεσαν, τὴν δʼ εὐδοξίαν τὴν ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῇ πατρίδι περιέθηκαν.
他们将自由作为公共财富留给所有人,而将源于其行径的荣耀作为独特的冠冕戴在祖国的头上。
§20ἄξιον τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων.
因此,同样值得我们去思考的是,如果我们认为这些人没有以这种方式战斗,将会发生什么。
ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα;
难道整个有人居住的世界不会都臣服于一个主人,而希腊也必然要被迫以他的意志为法律吗?
συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρεις ἀνεκλείπτους ἑκάστοις καθεστάναι.
简而言之,难道在各地盛行的将是马其顿人的傲慢,而非正义的力量,以至于对妇女、处女和儿童的无休止侮辱将成为每个人的常态吗?
§21φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι· θυσίας μὲν ἀνθρώποις γιγνομένας ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.
这从我们至今仍被迫忍受的事情中显而易见:目睹向凡人献祭,目睹为凡人精心修筑神像、祭坛和神殿,对神明却漫不经心,并且我们被迫将这些人的仆从当作英雄来崇敬。
§22ὅπου δὲ τὰ πρὸς τοὺς θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους χρὴ νομίζειν;
既然对神明的神圣义务由于马其顿人的狂妄而被废除,那么对于凡人的义务又当如何看待呢?
ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι;
难道不是已经被彻底瓦解了吗?
ὥστε ὅσῳ δεινότερα τὰ προςδοκώμενʼ ἂν γενέσθαι κρίνομεν, τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν.
因此,我们认为预料中会发生的惨状越是可怕,就越是应当认为死者配得上更大的赞美。
§23οὐδεμία γὰρ στρατεία τὴν τῶν στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦν, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατείας ἢ τοὺς ἄλλους πάντας πληγὰς λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἐνδείας τοςαύτας καὶ τηλικαύτας οὕτως ἐγκρατῶς ὑπομεμενηκέναι, ὥςτε καὶ τῷ λόγῳ χαλεπὸν εἶναι φράσαι.
因为没有任何一次远征比现在这次更能显现出征者的美德,在此次远征中,每天都必须列阵备战,在单次远征中经历的战斗,比以往所有人在过去的时间里所受的伤还要多,并且以极大的自制力忍受了如此严重和巨大的严寒及日常必需品的匮乏,以至于用言语都难以表达。
§24τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺς πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρʼ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον;
因此,对于激励市民们毫不犹豫地忍受如此磨难的莱奥斯提尼,以及在这样一位将军手下热切地使自己成为战友的人,我们难道不应该因为他们美德的展现而认为他们是幸运的,而非因为生命的失去而认为他们是不幸的吗?
οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλευθερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν.
他们用必死的肉身换取了不朽的荣耀,并凭借自身的美德,为希腊人巩固了共同的自由。