§1τῶν μὲν λόγων τῶν μελλόντων ῥηθήσεςθαι ἐπὶ τῷδε τῷ τάφῳ περί τε Λεωσθένους τοῦ στρατηγοῦ καὶ περὶ τῶν ἄλλων τῶν μετʼ ἐκείνου τετελευτηκότων ἐν τῷ πολέμῳ, ὡς ἦσαν ἄνδρες ἀγαθοί, μάρτυς αὐτὸς ὁ χρόνος ὁ ς ωι τὰς πράξεις ς ἀνθρωπ ν πω κα ἑώρακε ωρ ἐν τῷ παντὶ αἰῶνι γεγενη οὔτε ἄνδρας ἀμείνους τῶν τετελευτηκότων οὔτε πράξεις μεγαλοπρεπεστέρας.
在此墓前,关于将军莱奥斯提尼以及在战争中与他一同牺牲的其他人的即将发表的演说,见证他们是如何勇敢的人,正是那见证了人类所有时代之行径的时间本身,它从未见过比这些逝者更优秀的人,也未见过比这更辉煌的壮举。
§2διὸ καὶ μάλιστα νῦν φοβοῦμαι, μή μοι συμβῇ τὸν λόγον ἐλάττω φαίνεσθαι τῶν ἔργων τῶν γεγενημένων.
因此,我现在尤其担心,我的言辞会显得逊色于已经成就的事迹。
πλὴν κατʼ ἐκεῖνό γε πάλιν θαρρῶ ὅτι τὰ ὑπʼ ἐμοῦ ἐκλειπόμενα ὑμεῖς οἱ ἀκούοντες προσθήσετε· οὐ γὰρ ἐν τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλʼ ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν ἐκείνοις πεπραγμένων.
然而,另一方面,我又感到宽慰,因为作为听众的你们会补足我所遗漏的部分;因为这些话并不是在普通人面前说的,而是在他们所成就事迹的目击者本身面前说的。
§3ἄξιον δέ ἐςτιν ἐπαινεῖν τὴν μὲν πόλιν ἡμῶν τῆς προαιρέσεως ἕνεκεν, τὸ προελέσθαι ὅμοια καὶ ἔτι σεμνότερα καὶ καλλίω τῶν πρότερον αὐτῇ πεπραγμένων, τοὺς δὲ τετελευτηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα· τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη.
我们理应赞扬我们的城邦,因其抉择,即预先选择与以往所成就的相似、甚至更庄严、更美好的事业;赞扬那些逝者,因其在战争中的勇气,即没有羞辱祖先的美德;赞扬将军莱奥斯提尼,因其兼备二者,因为他不仅是城邦抉择的倡议者,也成为了公民远征的领袖。
§4περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθʼ ἕκαστον ὧν πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν καὶ μνημονεῦσαι· ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς.
那么,要逐一详述我们城邦此前给予整个希腊的每一项恩惠,既没有充足的时间,这个场合也不适合长篇大论,而且仅凭一人之力去追溯和铭记如此之多且重大的事迹也并非易事;但我仍不迟疑地对她作一概要的叙述。
§5ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲν ὥρας διακρίνων εἰς τὸ πρέπον καὶ καλῶς πάντα καθιστάς, τοῖς δὲ ςώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντί τῆς ἀδικίας ἅπασιν ἀπονέμουσα, τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.
正如太阳巡行于整个有人居住的世界,将季节划分得井然有序,并把一切安排得妥帖美好,且关怀人类中温和而理智的人,为他们提供生育、养育、果实以及所有其他对生活有益的事物;我们的城邦同样始终在惩治恶人、扶助义人、以平等替代不公分配给所有人,并以自身的危险和开支,为希腊人保障共同的安全。
§6περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως ὥσπερ προεῖπον φράσαι παραλείψω, περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι.
因此,关于城邦的共同功绩,正如我之前所言,我将不予细说,而将对莱奥斯提尼和其他人发表我的言说。
νῦν δὲ πόθεν ἄρξωμαι λέγων, ἢ τίνος πρῶτον μνησθῶ;
但现在,我该从何说起,或者首先提及什么?
πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω;
我是否该详细叙述他们每个人的家族出身?
§7ἀλλʼ εὔηθες εἶναι ὑπολαμβάνω·
但我认为那是愚蠢的。
τὸν μὲν γὰρ ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον μὲν δεῖ κατʼ ἄνδρα γενεαλογεῖν ἕκαστον· περὶ δὲ Ἀθηναίων ἀνδρῶν τοὺς λόγους ποιούμενον, οἷς ἡ κοινὴ γένεσις αὐτόχθοσιν οὖσιν ἀνυπέρβλητον τὴν εὐγένειαν ἔχει, περίεργον ἡγοῦμαι εἶναι ἰδίᾳ τὰ γένη ἐγκωμιάζειν.
因为,如果是赞美其他某些人,他们从多处聚集到一个城邦居住,每个人都带来了自己的家族,那么就必须为每个人追溯谱系;但对于谈论雅典人的人来说,他们作为土生土长之人的共同起源使他们拥有无可比拟的高贵出身,我认为单独赞美他们的家族是多余的。