§10καὶ οἱ μὲν ἄλλοι πάντες κατήγοροι, ὅταν οἴωνται δεῖν ἐν τῷ προτέρῳ λόγῳ ὑφελεῖν τῶν φευγόντων τὰς ἀπολογίας, τοῦτο παρακελεύονται τοῖς δικασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολογουμένων, ἐάν τινες ἔξω τοῦ νόμου λέγωσιν, ἀλλʼ ἀπαντᾶν πρὸς τὰ λεγόμενα καὶ κελεύειν τὸν νόμον ἀναγιγνώσκειν·
所有其他起诉人,当他们认为应当在先前的演说中封锁被告的辩护时,都会向法官们提出这样的建议:如果被告人说出法律范围之外的话,就不要听信他们,而要针对其言论进行反击,并要求宣读法律。
σὺ δὲ τοὐναντίον τὴν εἰς τοὺς νόμους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξενίππου.
然而,你却恰恰相反,认为应当剥夺尤克塞尼普斯在辩护中诉诸法律的权利。
§11καὶ πρὸς τούτοις οὐδὲ βοηθεῖν οὐδένα φῂς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖς δικασταῖς μὴ θέλειν ἀκούειν τῶν ἀναβαινόντων.
此外,你还声称任何人都不应该协助他,也不应该为他共同辩护,而是极力劝说法官们不要听信那些登台发言的人。
καίτοι τί τούτου τῶν ἐν τῇ πόλει βέλτιον ἢ δημοτικώτερόν ἐστι, πολλῶν καὶ ἄλλων καλῶν ὄντων, ἢ ὁπόταν τις ἰδιώτης εἰς ἀγῶνα καὶ κίνδυνον καταστὰς μὴ δύνηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτῳ τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖναι ἀναβάντα βοηθῆσαι καὶ τοὺς δικαστὰς ὑπὲρ τοῦ πράγματος τὰ δίκαια διδάξαι;
然而,在雅典城邦众多优良的制度中,当一个普通公民身处诉讼与危险之中、无法为自己辩护时,任何愿意的市民都可以登台协助他,并就案件向法官们阐明正义,还有什么比这更好、更符合民主精神的呢?
§12ἀλλὰ νὴ Δία αὐτὸς τοιούτῳ πράγματι οὐ κέχρησαι, ἀλλʼ ὅτʼ ἔφευγες τὸν ἀγῶνα ὑπʼ Ἀλεξάνδρου τοῦ ἐξ Οἴου, δέκα μὲν συνηγόρους ἐκ τῆς Αἰγηίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ εἷς ἦν αἱρεθεὶς ὑπὸ σοῦ, ἐκ δὲ τῶν ἄλλων Ἀθηναίων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βοηθήσοντάς σοι.
但是,奉宙斯之名,你自己在遇到类似事情时难道没有采用这种做法吗? 相反,当你面临由奥伊奥斯的亚历山大提起诉讼而作为被告时,你从埃格伊斯部落请求了十位共同辩护人,其中我也被你选为一员;你还从其他雅典人中召集那些愿意协助你的人来到法庭。
καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν;
其他的事情何必多说?
αὐτῷ δὲ τούτῳ τῷ ἀγῶνι πῶς κέχρησαι;
但在这场诉讼本身中,你是如何做的?
οὐ κατηγόρησας ὁπόσα ἐβούλου;
你难道没有尽情控诉吗?
οὐ Λυκοῦργον ἐκάλεις συγκατηγορήσοντα, οὔτε τῷ λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον ὄντα, παρὰ τούτοις τε μέτριον καὶ ἐπιεικῆ δοκοῦντα εἶναι;
你难道没有召集吕库戈斯作为共同起诉人吗? 他在演说方面不亚于城邦中的任何人,而且在这些人中被公认为温和与公正。
§13εἶτα σοὶ μὲν ἔξεστι καὶ φεύγοντι τοὺς βοηθήσοντας καλεῖν καὶ διώκοντι τοὺς συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ δύνασαι εἰπεῖν, ἀλλὰ καὶ ὅλῃ πόλει πράγματα παρέχειν ἱκανὸς εἶ, Εὐξενίππῳ δʼ ὅτι ἰδιώτης ἐστὶ καὶ πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκείους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσονται ὑπὸ σοῦ;
那么,难道你既可以在作被告时召集协助者,又可以在作原告时让共同起诉人登台——你不仅能为自己辩解,而且还有能力给整个城邦带来麻烦——而尤克塞尼普斯因为是普通公民且年事已高,甚至连他的朋友和亲属也被禁止协助他,否则他们就会遭到你的诽谤吗?
§14νὴ Δία, τὰ γὰρ πεπραγμένα αὐτῷ δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῇ κατηγορίᾳ.
奉宙斯之名,难道是因为他的所作所为如你在控诉中所说的那样可怕且罪该万死吗?
σκέψασθε δή, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες.
法官们,请逐一审视并检验这些行为。
ὁ δῆμος προσέταξεν Εὐξενίππῳ τρίτῳ αὐτῷ ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν, ὃ τῷ δήμῳ ἀπαγγεῖλαι.
人民命令尤克塞尼普斯本人作为三人之一在神庙中过夜;他睡在那里后,声称自己做了一个梦,并将其报告给了人民。
τοῦτʼ εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῷ ὕπνῳ τοῦτʼ αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῷ προσέταττε ταῦτʼ ἐξαγγείλας πρὸς Ἀθηναίους;
如果你认为这是真的,并且他向人民报告的正是他在梦中所见,那么他向雅典人宣告神命令他的事情,到底犯了什么罪?
§15εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύσασθαι τοῦ θεοῦ καὶ χαριζόμενόν τισι μὴ τἀληθῆ ἀπηγγελκέναι τῷ δήμῳ, οὐ ψήφισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλʼ ὅπερ ὁ πρότερος ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαντα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν.
但是,如果正如你现在所说,你认为他对神说了谎,并且为了讨好某些人而向人民报告了虚假的情况,你本不应该针对这个梦起草法令,而应当像在我之前发言的人所说的那样,派人去德尔斐向神询问真相。
σὺ δὲ τοῦτο μὲν οὐκ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον, ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῷ·
但你没有这样做,反而针对两个部落起草了一份独立的法令,这不仅极其不公,而且自相矛盾。
διʼ ὅπερ ἥλως παρανόμων, οὐ διʼ Εὐξένιππον.
也正因为如此,你因提出违法法令而被判有罪,而不是因为尤克塞尼普斯。
§16ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρόπον.
让我们以这种方式来检验这件事。
αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῷ διείλοντο, τοῦ δήμου αὐταῖς δόντος.
各部落两两配对,平分了奥罗波斯的山地,这是人民赐予他们的。
τοῦτο τὸ ὄρος ἔλαχεν Ἀκαμαντὶς καὶ Ἱπποθοωντίς.
这片山地由阿卡曼提斯和希ッ波托翁提斯部落抽签获得。
ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῷ Ἀμφιαράῳ καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῷ θεῷ καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος.
你写道,要求这些部落将山地归还给安菲阿拉奥斯,并退还他们售出之物的所得,理由是先前的五十名边界画定委员已将该地挑选并划归神明,而这两个部落占有这片山地是不妥当的。
§17μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι τοῖν δυοῖν φυλαῖν τὰ διάφορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶνται.
然而,在同一份法令中隔了没多久,你又写道,其他八个部落应当向这两个部落提供并退还差额,以免他们蒙受损失。
καίτοι εἰ μὲν ἴδιον ὂν τῶν φυλῶν ἀφῃροῦ τὸ ὄρος, πῶς οὐκ ὀργῆς ἄξιος εἶ;
但是,如果这片山地本是部落的私有财产而你却将其剥夺,你怎么能不令人愤怒?
εἰ δὲ μὴ προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν, διὰ τί τὰς ἄλλας φυλὰς ἔγραφες αὐταῖς προσαποδιδόναι ἀργύριον;
相反,如果他们占有这片山地是不妥当的,因为它属于神明,你又为什么要写明让其他部落再给他们钱呢?
ἀγαπητὸν γὰρ ἦν αὐταῖς εἰ τὰ τοῦ θεοῦ ἀποδώσουσιν καὶ μὴ προσαποτείσουσιν ἀργύριον.
因为对他们来说,只要归还属于神明之物,而不需要再支付额外的钱,就已经是谢天谢地了。