Humanitext Reader

希佩里德斯 · 为欧克塞尼普斯辩护 §26-33

应对奥林匹亚丝的抗议与批判煽动嫉妒

第 4 段,共 5 段 · 希腊语

内容简介

演讲者论证拒绝奥林匹亚丝的不公指控是彰显雅典正当性的途径,并批评原告波柳克托斯针对普通市民尤克塞尼普斯、煽动对财富的嫉妒,表达了对雅典人民宽宏大量的信任。

§26ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν·
因此,如果你们投票裁定有关平碗的事件属于违法行为,那么在某种程度上,我们也是在谴责我们自己,认为我们自己在那里的行为是不妥当的。
ἐὰν δʼ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα.
但如果我们让事情保持已发生的现状,我们将剥夺她的那些悲剧性大噪和指控。
οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.
因为难道奥林匹亚丝被允许装饰雅典的圣所,而我们却不被允许装饰多多纳的圣所吗? 更何况这还是神明所命令的。
§27ἀλλʼ οὐκ ἔστιν, ὦ Πολύευκτε, ὡς ἐμοὶ δοκεῖς, ὅθεν κατηγορίαν οὐκ ἂν ποιήσαιο.
但是,波柳克托斯啊,正如我所认为的那样,并不存在什么借口是你无法从中制造指控的。
καίτοι σε ἐχρῆν, ἐπείπερ προῄρησαι πολιτεύεσθαι, καὶ νὴ Δία καὶ δύνασαι, μὴ τοὺς ἰδιώτας κρίνειν μηδʼ εἰς τούτους νεανιεύεσθαι, ἀλλὰ τῶν ῥητόρων ἐάν τις ἀδικῇ, τοῦτον κρίνειν, στρατηγὸς ἐάν τις μὴ τὰ δίκαια πράττῃ, τοῦτον εἰσαγγέλλειν·
然而,既然你选择了参与政治,并且凭宙斯起誓你也确实有此能力,你就应当不去起诉普通公民,也不对他们表现得气势汹汹,而应该在演说家中有谁行事不公时去起诉他,在将军中有谁行事不义时去弹劾他。
παρὰ γὰρ τούτοις ἐστὶ καὶ τὸ δύνασθαι βλάπτειν τὴν πόλιν, ὅσοι ἂν αὐτῶν προαιρῶνται, οὐ παρʼ Εὐξενίππῳ οὐδὲ τῶν δικαστῶν τούτων οὐδενί.
因为有能力危害城邦的是他们中那些企图如此行事的人,而不是尤克塞尼普斯,也不是这些法官中的任何一人。
§28καὶ οὐ σὲ μὲν οὕτως οἴομαι δεῖν πράττειν, αὐτὸς δὲ ἄλλον τινὰ τρόπον τῇ πολιτείᾳ κέχρημαι, ἀλλʼ οὐδʼ αὐτὸς ἰδιώτην οὐδένα πώποτε ἐν τῷ βίῳ ἔκρινα, ἤδη δέ τισι καθʼ ὅσον ἐδυνάμην ἐβοήθησα.
我并不是认为你应当这样做,而我自己却在政治中采取了另外一种方式;我自己在一生中也从未起诉过任何普通公民,相反,我已经竭尽所能帮助过一些人。
τίνας οὖν κέκρικα καὶ εἰς ἀγῶνα καθέστακα;
那么,我起诉并送上法庭的都是些什么人呢?
Ἀριστοφῶντα τὸν Ἁζηνιέα, ὃς ἰσχυρότατος ἐν τῇ πολιτείᾳ γεγένηται (καὶ οὗτος ἐν τούτῳ τῷ δικαστηρίῳ παρὰ δύο ψήφους ἀπέφυγε)· §29Διοπείθη τὸν Σφήττιον, ὃς δεινότατος ἐδόκει εἶναι τῶν ἐν τῇ πόλει· Φιλοκράτη τὸν Ἁγνούσιον, ὃς θρασύτατα καὶ ἀσελγέστατα τῇ πολιτείᾳ κέχρηται.
是阿泽尼亚的阿里斯托丰,他曾是政界最有权势的人(而且他在这个法庭上仅以两票之差免于定罪);是斯菲托斯的迪奥佩特斯,他曾被认为是城邦中最难对付的人;是哈格努斯的菲洛克拉特斯,他曾以极其嚣张和放荡的方式参与政治。
τοῦτον εἰσαγγείλας ἐγὼ ὑπὲρ ὧν Φιλίππῳ ὑπηρέτει [αὶ] κατὰ τῆς πόλεως, εἷλον ἐν τῷ δικαστηρίῳ, καὶ τὴν εἰσαγγελίαν ἔγραψα δικαίαν καὶ ὥσπερ ὁ νόμος κελεύει, ῥήτορα ὄντα λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ ·
我因他为腓力服务对抗城邦而弹劾他,并在法庭上击败了他,我起草的弹劾书合乎正义并遵照了法律的要求,即:“作为演说家,因从那些与人民对抗的人那里收受钱财和礼物,而发表不符合雅典人民最大利益的言论”。
§30καὶ οὐδʼ οὕτως ἀπέχρησέ μοι τὴν εἰσαγγελίαν ἂν δοῦναι, ἀλλʼ ὑποκάτω παρέγραψα· τάδʼ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών, εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα· καὶ πάλιν, τάδε εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών, καὶ τὸ ψήφισμα παρέγραφον.
即使如此,我仍不满足于仅仅呈交弹劾书,而是在下面加注写道:“他收受了钱财,发表了以下不符合人民利益的言论”,接着附上了他的法令;然后再次写道:“他收受了钱财,发表了以下不符合人民利益的言论”,并附上法令。
καὶ ἔστι μοι πεντάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον· δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι.
我这样写了五六次;因为我认为必须使这场诉讼和审判保持公正。
σὺ δʼ ἃ μὲν εἰπεῖν Εὐξένιππον φῂς οὐ τὰ ἄριστα τῷ δήμῳ, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δʼ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει.
但你却无法将你声称尤克塞尼普斯所说的那些不符合人民利益的话写进弹劾书,反而将一个普通公民放在演说家的位置上进行起诉。
§31μικρὰ δὲ περὶ τῆς ἀντιγραφῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς ἥκεις φέρων κατʼ αὐτοῦ, λέγων ὡς Φιλοκλεῖ τὴν θυγατέρα ἐδίδου καὶ Δημοτίωνος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵνʼ ἐὰν μὲν ἀφέμενοι τῆς εἰσαγγελίας περὶ τῶν ἔξω τοῦ πράγματος κατηγορηθέντων ἀπολογῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί· τί ταῦθʼ ἡμῖν λέγετε;
并且,你对答辩书只字提得极少,却带着对他其他的指控和诽谤而来,声称他曾将女儿许配给菲洛克勒斯,又接受了德莫提翁的仲裁,以及其他类似的指控,以便如果被告放弃对弹劾案的辩护,而对这些案外指控进行申辩,法官们就会质问他们:“你们为什么跟我们说这些?
ἐὰν δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶνται, ὁ ἀγὼν αὐτοῖς χείρων γίγνηται.
”而如果被告对此不予理会,他们的诉讼处境就会变得更糟。
τῶν γὰρ κατηγορηθέντων τὸ μὴ λαβὸν ἀπολογίαν ὑπὸ τῇ ὀργῇ τῶν δικαστῶν καταλείπεται.
因为在指控中,那些没有得到辩护的部分就会被留给法官们去宣泄愤怒。
§32καὶ τὸ πάντων δεινότατον τῶν ἐν τῷ λόγῳ λεγομένων μένων ὑπὸ σοῦ, ὃ σὺ ᾤου λανθάνειν ὧν ἕνεκα λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται· ἃ εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπʼ αὐτοῦ τοῦ πράγματος, καὶ πότερον ἀδικεῖ ὑμᾶς ὁ κρινόμενος ἢ οὔ.
而在你的演说中所说的所有事情中,最可怕的是你以为自己隐瞒了说话的目的,实际上却并未隐瞒,即你在演说中多次顺便提及“尤克塞尼普斯是个富人”,隔了一会儿又说“他通过不正当手段聚敛了巨额财富”;这些事情无论他是富有还是贫穷,显然与这场诉讼毫无关系,而这只暴露了说话者的居心不良,以及对法官们的不公揣测,仿佛法官们会将注意力投向案件本身以及被告是否危害了你们之外的其他地方。
§33κακῶς μοι δοκεῖς εἰδέναι, ὦ Πολύευκτε, ςύ τε καὶ οἱ ταὐτὰ γιγνώσκοντες, ὅτι οὔτε δῆμός ἐστιν οὐδὲ εἷς ἐν τῇ οἰκουμένῃ οὔτε μόναρχος οὔτε ἔθνος μεγαλοψυχότερον τοῦ δήμου τοῦ Ἀθηναίων, τοὺς δὲ συκοφαντουμένους τῶν πολιτῶν ὑπό τινων ἢ καθʼ ἕνα ἢ ἅθρους οὐ προίεται ἀλλὰ βοηθεῖ.
波柳克托斯啊,你和那些与你抱有相同看法的人,在我看来是糊涂的,因为在整个有人居住的世界中,没有一个城邦、君主或民族比雅典人民更加宽宏大量,对于那些被某些人个别或集体诬告的公民,雅典人民绝不抛弃,而是会施以援手。

词汇与语法注释

  1. §26ἀφῃρηκότες ἐσόμεθα — 由ἀφαιρέω的完成时分词ἀφῃρηκότες与be动词的将来时ἐσόμεθα构成的迂回式将来完成时。表示在未来某一时刻动作已经完成的状态(“我们将已经剥夺了”)。
  2. §27οὐκ ἔστιν ... ὅθεν ... οὐκ ἂν ποιήσαιο — 否定存在句 οὐκ ἔστιν 后面接关系副词 ὅθεν 以及带有 ἄν 的潜在希求法(οὐκ ἂν ποιήσαιο)。双重否定构成强烈的肯定:“不存在你无法从中制造指控的来源”(即你可以借任何借口制造指控)。
  3. §32ὃ σὺ ᾤου λανθάνειν ὧν ἕνεκα λέγεις, οὐ λανθάνων — 由关系代词 ὅ(先行词为 τὸ πάντων δ意为“最可怕的事”)引导的关系从句。不定式 λανθάνειν 作为主动词 ᾤου(第二人称单数未完成过去时)的补足语,并支配间接疑问从句 ὧν ἕνεκα λέγεις。此外,与主语一致的完成时/现在时分词 οὐ λανθάνων(“尽管你实际上并未隐瞒住”)与其形成对比,构成了一个复杂的插入语和倒装结构。

引用这一段

希佩里德斯, 为欧克塞尼普斯辩护 §26-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg004.humanitext-grc2:26-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。