Humanitext Reader

希佩里德斯 · 控告菲利皮德斯 §frag_1-5

弹劾菲利皮德斯的违法提案与谄媚行径

第 1 段,共 2 段 · 希腊语

内容简介

希佩里德斯演说辞《针对菲利皮德斯》的残篇与连续章节,演说者在其中强烈谴责菲利皮德斯等人在雅典不幸之时讨好外邦,并敦促陪审团对违法的主席团赞辞提案予以定罪。

§frag_1## Frag. I ἐν ἐλευθέρᾳ πόλει τὰ τοῖς τυράννοις συμφέροντα πραττοντ ν εἰς δουλείαν §frag_6## Frag. VI καλῶν πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς Ἕλληςιν αἴτιος ἐγένετο.
## Frag. I ……在自由的城邦中,为僭主们的利益效劳的人,走向奴役…… ## Frag. VI 他为城邦和希腊人都带来了高尚的事业。
τοιγαροῦν καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις πᾶσιν τῶν μεγίςτων δωρεῶν ἔτυχεν δικαίως γὰρ ὑπὸ
因此,在我们这里以及在所有其他人那里,他都理所当然地获得了最大的恩赏。
§frag_8## Frag. VIII (sub finem) δεῖ χάριν ἡμᾶς ἀποδιδόναι Ἀλεξάνοδρῳ διὰ τοὺς τελευτήσαντας ἐγὼ δὲ οἶμαι
因为被…… ## Frag. VIII (sub finem) 我们必须因那些死去的人而向亚历山大表示感谢。
§frag_10## Frag. X ἐκεῖνος.
但我认为…… ## Frag. X 那个人。
ἔπειθʼ οὗτοι ἐπεμβαίνουσιν τῷ δήμῳ ἐν ταῖς ἀτυχίαις.
此外,这些人还在民众遭遇不幸时落井下石。
διόπερ καὶ πολὺ μᾶλλον ἄξιοί εἰσιν μισεῖσθαι.
因此,他们更应该受到憎恨。
ὥςπερ γὰρ τὰ σώματα πλείςτης ἐπιμελείας ἐν ταῖς ἀρρωςτίαις δεῖται, οὕτως καὶ αἱ πόλεις πλείστης θεραπείας ἐν ταῖς ἀτυχίαις δέονται.
因为正如身体在生病时需要极大的照料一样,城邦在遭遇不幸时也需要极大的关怀。
μόνοις δὲ τούτοις §frag_11## Frag. XI δημοκρατία.
但唯独对这些人…… ## Frag. XI 民主制。
ἀφεὶς δὲ τὰ πολλὰ περὶ ὧν καὶ συνηγόρει Φιλίππῳ καὶ ἐστρατεύσατο μετʼ ἐκείνου ἐπὶ τὴν χώραν, ὅπερ μέγιστον, τοῦτο δηλώσω Φιλιππο ἐστρατεύσατο ἐφʼ ἡμᾶς καὶ τοὺς συμμάχους ἀκριβῶς γε §frag_15a## Frag. XVa δίδωσιν ἕκαστος αὐτῶν, ὁ μὲν ἐν Θήβαις, ὁ δʼ ἐν Τανάγρᾳ, ὁ δʼ ἐν τῇ ἐλευθε ατα τῶν §frag_15b## Frag. XVb ἀπαλλαγέντα;
关于他为腓力辩护并与他一同出兵侵略我们国土的诸多往事,我姑且不提,而将指明这最重要的一点:腓力向我们及盟友发兵,确实非常精确地…… ## Frag. XVa 他们中的每一个人都在给予,有的在底比斯,有的在塔纳格拉,有的在自由的…… ## Frag. XVb 摆脱困境的人?
ἢ οὐκ εὔχεσθαι καὶ τἆλλα πάντα τὰ ἐν τῇ Ἑλλάδι ἀνατραπῆναι, οἵ γʼ ἀπὸ τῶν ἀναιρουμένων πόλεων ἀπαρχὰς λαμβάνουσιν;
难道他们不祈求希腊的其他一切都被颠覆吗——他们这些从被毁灭的城邦中获取贡物的人?
καὶ ὑμᾶς μὲν ἀεὶ βούλεσθαι ἐν φόβῳ καὶ κινδύνοις εἶναι §frag_21## Frag. XXI εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα.
他们难道不希望你们始终处于恐惧和危险之中, ## Frag. XXI 因身体纤弱而体格单薄。
§1κατηγορίας ποιοῦνται, καὶ φανερὸν ποιοῦσιν ὅτι οὐδὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀεὶ καθʼ ὑμῶν θεραπεύοντες.
他们进行指控,并表明他们当时甚至不是作为拉刻代蒙人的朋友替他们说话,而是因为仇恨城邦,并且总是讨好那些反对你们的当权者。
§2ἐπεὶ δὲ νῦν ἡ ἐκείνων δύναμις εἰς τοῦτον μετέστη, τότε δὴ κολακεύειν προείλοντο·
但如今,既然那些人的权力转到了这个人身上,他们便在那时选择去阿谀奉承。
καὶ Δημοκράτης αὐτοῖς ὁ Ἀφιδναῖος ἀεὶ παρακαθήμενος καὶ ον ἱστὰς γελωτοποιεῖ ἐπὶ τοῖς τῆς πόλεως ἀτυχήμασιν, καὶ λοιδορεῖθʼ ὑμῖν μεθʼ ἡμέραν ἐν τῇ ἀγορᾷ, εἰς ἑσπέραν δὲ δειπνήσων ὡς ὑμᾶς ἔρχεται.
而阿菲德纳的德莫克拉特总是坐在他们身旁,……以此取乐于城邦的不幸,白天在广场上辱骂你们,到了晚上却又到你们这里来赴宴。
καίτοι, ὦ Δημόκρατες, μόνῳ σοι οὐκ ἔνι λέγειν περὶ τοῦ δήμου φλαῦρον οὐδέν·
然而,德莫克拉特啊,唯独对你来说,绝不能对民众说一句坏话。
§3διὰ τί;
为什么?
ὅτι πρῶτον μὲν οὐ παρʼ ἑτέρου σʼ ἔδει μαθεῖν ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ· αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει.
首先,因为你不需要从别人那里得知民众会向恩人报恩,而应从你自己身上得知;因为你现在正是由于别人的恩德而享受着这些荣誉。
ἔπειθʼ ὅτι ἐν νόμῳ γράψας ὁ δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι μηδενὶ κακῶς Ἁρμόδιον καὶ Ἀριςτογείτονα, μήτʼ ᾆσαι ἐπὶ τὰ κακίονα.
其次,因为民众在法律中明文规定,禁止任何人诽谤哈耳摩狄奥斯和阿里斯托革同,也不得唱贬低他们的歌。
ᾗ καὶ δεινόν ἐστιν εἰ τοὺς μὲν σοὺς προγόνους ὁ δῆμος οὐδὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακῶς λέγεις.
因此,如果民众认为对你的祖先,甚至不该允许醉酒之人说坏话,而你却在清醒时说民众的坏话,这真是骇人听闻。
§4Βραχέα δʼ ἔτι πρὸς ὑμᾶς εἰπών, ὦ ἄνδρες δικασταί, καὶ ἀναλογισάμενος, καταβήσομαι.
陪审员诸公啊,在向你们简短地再说几句并总结之后,我便退下。
γραφὴ παρανόμων ἐστὶν ὑπὲρ ἧς τὴν ψῆφον μέλλετε φέρειν.
你们即将投票表决的是一项针对违法提案的申诉。
τὸ δὲ ψήφισμα τὸ κρινόμενον ἔπαινος προέδρων.
而正在受审的决议案,是一份对会议主席团的赞辞。
ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων.
主席团本应依法主持会议,而这些人却违法主持,这一点你们刚才在宣读法律本身时已经听到了。
§5τὸ λοιπὸν ἤδη ἐστὶν παρʼ ὑμῖν·
剩下的事情如今就在你们手中了。
δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τιμωρήσεσθε, ἢ τὰς τοῖς εὐεργέταις ἀποδεδειγμένας τιμὰς ταύτας δώσετε τοῖς ἐναντία τοῖς νόμοις προεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι.
因为你们将表明,究竟是惩罚那些提出违法提案的人,还是将这些专为恩人设立的荣誉授予那些违法主持会议的人——况且你们还曾宣誓要依法投票。
ἀλλὰ μὴν οὐδʼ ἐξαπατηθῆναι ὑμῖν ἔνεστιν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶναι τῷ δήμῳ τὰ περὶ τῶν ἐπαίνων ψηφίζεσθαι· τοὺς γὰρ προέδρους οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι.
然而,即使他们声称就赞辞进行表决对民众而言是迫不得已,你们也绝不可能被他们的说辞所欺骗;因为根本不可能说有什么必要去给会议主席团戴上冠冕。

词汇与语法注释

  1. 2ὡς ὑμᾶς ἔρχεται — 这里的 ὡς 用作介词,表示“前往……(人)处”,后接人称代词宾格(ὑμᾶς)。注意不要将其误认为与将来分词 δειπνήσων 连用以加强目的或意图语气的助词 ὡς。
  2. 3κακῶς Ἁρμόδιον καὶ Ἀριςτογείτονα — 宾格的 Ἁρμόδιον καὶ Ἀριςτογείτονα 作不定式 λέγειν 与副词 κακῶς 连用时的直接宾语,意为“诽谤哈耳摩狄奥斯和阿里斯托革同”。
  3. 3δεινόν ἐστιν εἰ — 在表示情感或评价的句式(δεινόν ἐστιν)后,由 εἰ 引导的从句并不表示假设,而是指明事实,意为“……竟然/……这一事实是令人骇异的”。
  4. 5καὶ ταῦτα ὀμωμοκότες — 惯用副词短语 καὶ ταῦτα 意为“而且、况且、尤其是”,置于分词(此处为完成时分词 ὀμωμοκότες)之前,用于强调在某种既定情况(如宣誓)下做出与前述相反行为的严重性。
  5. 5οὐκ ἔνεστιν εἰπεῖν ὡς — οὐκ ἔνεστιν 是非人称动词 ἔνεστι(可能)的否定形式,意为“不可能”。后接不定式 εἰπεῖν 及 ὡς 从句,表示“绝不能声称/主张……”。

引用这一段

希佩里德斯, 控告菲利皮德斯 §frag_1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg002.humanitext-grc2:frag_1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。