← ヒュペレイデス

ピリッピデス弾劾

§frag_1-5

ピリッピデスの違法提案と売国的追従の弾劾

ハイペリデスの弁論『フィリッピデス弾劾』の断片と連続する章であり、被告フィリッピデスらアテナイの不幸に便乗して他国におもねる者たちを強く弾劾し、民会主席に対する違法な賞賛決議の無効を訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§frag_1

​Frag. I ἐν ἐλευθέρᾳ πόλει τὰ τοῖς τυράννοις συμφέροντα πραττοντ ν εἰς δουλείαν ​Frag. VI καλῶν πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς Ἕλληςιν αἴτιος ἐγένετο. τοιγαροῦν καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις πᾶσιν τῶν μεγίςτων δωρεῶν ἔτυχεν δικαίως γὰρ ὑπὸ ​Frag. VIII (sub finem) δεῖ χάριν ἡμᾶς ἀποδιδόναι Ἀλεξάνδρῳ διὰ τοὺς τελευτήσαντας ἐγὼ δὲ οἶμαι ​Frag. X ἐκεῖνος. ἔπειθʼ οὗτοι ἐπεμβαίνουσιν τῷ δήμῳ ἐν ταῖς ἀτυχίαις. διόπερ καὶ πολὺ μᾶλλον ἄξιοί εἰσιν μισεῖσθαι. ὥςπερ γὰρ τὰ σώματα πλείςτης ἐπιμελείας ἐν ταῖς ἀρρωςτίαις δεῖται, οὕτως καὶ αἱ πόλεις πλείστης θεραπείας ἐν ταῖς ἀτυχίαις δέονται. μόνοις δὲ τούτοις ​Frag. XI δημοκρατία. ἀφεὶς δὲ τὰ πολλὰ περὶ ὧν καὶ συνηγόρει Φιλίππῳ καὶ ἐστρατεύσατο μετʼ ἐκείνου ἐπὶ τὴν χώραν, ὅπερ μέγιστον, τοῦτο δηλώσω Φιλιππο ἐστρατεύσατο ἐφʼ ἡμᾶς καὶ τοὺς συμμάχους ἀκριβῶς γε ​Frag. XVa δίδωσιν ἕκαστος αὐτῶν, ὁ μὲν ἐν Θήβαις, ὁ δʼ ἐν Τανάγρᾳ, ὁ δʼ ἐν τῇ ἐλευθε ατα τῶν ​Frag. XVb ἀπαλλαγέντα; ἢ οὐκ εὔχεσθαι καὶ τἆλλα πάντα τὰ ἐν τῇ Ἑλλάδι ἀνατραπῆναι, οἵ γʼ ἀπὸ τῶν ἀναιρουμένων πόλεων ἀπαρχὰς λαμβάνουσιν; καὶ ὑμᾶς μὲν ἀεὶ βούλεσθαι ἐν φόβῳ καὶ κινδύνοις εἶναι ​Frag. XXI εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα.

​Frag. I 自由なポリスにおいて、僭主たちに利することをなす者たちを、隷属へと…… ​Frag. VI 彼はポリスにとってもギリシア人たちにとっても、美しい事業の因となった。それゆえ、我々のもとでも、他のすべての人々のもとでも、彼は最大の贈り物を授かったのである、正当にも。なぜなら、〜によって…… ​Frag. VIII (sub finem) 我々は亡くなった人々(戦死者)のゆえにアレクサンドロスに感謝を返さねばならない、と。しかし私は思う、…… ​Frag. X あの男。さらに、この者たちは不幸な状況にある民衆を踏みつける。だからこそ、彼らはなおさら憎まれるに値する。身体が病気の際にもっとも多くの配慮を必要とするように、ポリスもまた不幸の際にもっとも多くの治療を必要とするからである。しかし、この者たちだけには…… ​Frag. XI 民主政。彼がフィリッポスを擁護し、また彼とともにこの地に対して出兵した多くのことについては省略し、最も重要なこのことを明らかにしよう。フィリッポスが我々と同盟者たちに対して出兵した。正確にも…… ​Frag. XVa 彼らのそれぞれが与えている、ある者はテーバイで、ある者はタナグラで、ある者は自由な…… ​Frag. XVb 逃れた者を?それとも、ギリシアの他のすべてのものが覆されることを祈らないのだろうか、滅ぼされつつあるポリスから初物を受け取るような者たちが?そして、あなたがたが常に恐怖と危険の中にあることを望むのだろうか、​Frag. XXI 体の細さのゆえに肉体的に貧弱な。

§1

κατηγορίας ποιοῦνται, καὶ φανερὸν ποιοῦσιν ὅτι οὐδὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀεὶ καθʼ ὑμῶν θεραπεύοντες.

彼らは告発を行い、彼らがその時もスパルタ人の友人として彼らのために語っていたのではなく、ポリスを憎み、あなたがたに対して常に権力を持つ者におもねっていたのだということを明らかにしている。

§2

ἐπεὶ δὲ νῦν ἡ ἐκείνων δύναμις εἰς τοῦτον μετέστη, τότε δὴ κολακεύειν προείλοντο· καὶ Δημοκράτης αὐτοῖς ὁ Ἀφιδναῖος ἀεὶ παρακαθήμενος καὶ ον ἱστὰς γελωτοποιεῖ ἐπὶ τοῖς τῆς πόλεως ἀτυχήμασιν, καὶ λοιδορεῖθʼ ὑμῖν μεθʼ ἡμέραν ἐν τῇ ἀγορᾷ, εἰς ἑσπέραν δὲ δειπνήσων ὡς ὑμᾶς ἔρχεται.1 καίτοι, ὦ Δημόκρατες, μόνῳ σοι οὐκ ἔνι λέγειν περὶ τοῦ δήμου φλαῦρον οὐδέν·

しかし今、彼らの権力がこの者へと移ると、まさにその時、彼らはおもねることを選んだ。そして、アフィドナ出身のデモクラテスは、彼らのそばに常に座り、……を立てて、ポリスの不幸を嘲笑し、昼間は広場であなたがたを罵り、夕方にはあなたがたのもとへ食事をしにやって来る。しかしながら、デモクラテスよ、あなただけにこそ、民衆について何一つ悪口を言うことはできないはずだ。

§3

διὰ τί; ὅτι πρῶτον μὲν οὐ παρʼ ἑτέρου σʼ ἔδει μαθεῖν ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ· αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει. ἔπειθʼ ὅτι ἐν νόμῳ γράψας ὁ δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι μηδενὶ κακῶς Ἁρμόδιον καὶ Ἀριςτογείτονα,2 μήτʼ ᾆσαι ἐπὶ τὰ κακίονα. ᾗ καὶ δεινόν ἐστιν εἰ3 τοὺς μὲν σοὺς προγόνους ὁ δῆμος οὐδὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακῶς λέγεις.

なぜか。第一に、民衆が恩人に感謝を報いるということを、あなたは他人から学ぶ必要はなく、自分自身から学ぶべきであったからだ。なぜなら、あなた自身が、他の人々が施した恩徳のゆえに、いま名誉を受け取っているからである。第二に、民衆は法律に書き込んで、ハルモディオスとアリストゲイトンを悪く言うことも、彼らを辱めるような歌を歌うことも、誰に対しても禁じたからである。それゆえ、あなたの先祖たちに対しては、民衆は酔った者にさえ悪口を言うことが許されるべきではないと考えたのに、あなたが素面で民衆の悪口を言うのは、実にひどいことである。

§4

Βραχέα δʼ ἔτι πρὸς ὑμᾶς εἰπών, ὦ ἄνδρες δικασταί, καὶ ἀναλογισάμενος, καταβήσομαι. γραφὴ παρανόμων ἐστὶν ὑπὲρ ἧς τὴν ψῆφον μέλλετε φέρειν. τὸ δὲ ψήφισμα τὸ κρινόμενον ἔπαινος προέδρων. ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων.

裁判員諸官よ、あなたがたにさらに手短に語り、要点を整理した上で、私は弁論壇から降ります。あなたがたが投票を行おうとしているのは、違法提案弾劾訴訟についてです。裁かれている決議案は、民会主席に対する賞賛です。主席たちは法律に従って議事を司るべきであるのに、この者たちは法律に反して議事を司ったということは、法律そのものが朗読されるのを聞いておられた通りです。

§5

τὸ λοιπὸν ἤδη ἐστὶν παρʼ ὑμῖν· δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τιμωρήσεσθε, ἢ τὰς τοῖς εὐεργέταις ἀποδεδειγμένας τιμὰς ταύτας δώσετε τοῖς ἐναντία τοῖς νόμοις προεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες4 κατὰ τοὺς νόμους ψηφιεῖσθαι. ἀλλὰ μὴν οὐδʼ ἐξαπατηθῆναι ὑμῖν ἔνεστιν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶναι τῷ δήμῳ τὰ περὶ τῶν ἐπαίνων ψηφίζεσθαι· τοὺς γὰρ προέδρους οὐκ ἔνεστιν εἰπεῖν ὡς5 ἀνάγκη τις ἦν στεφανῶσαι.

残されたことは、もはやあなたがたの手中にあります。というのも、あなたがたが違法な提案を執筆する者を処罰するのか、それとも、恩人たちに対して定められたこれらの名誉を、法律に反して議事を司る者たちに与えるのかを、示すことになるからです。しかも、法律に従って投票することを宣誓した上でのことです。しかしながら、もし彼らが、賞賛に関する事柄を決議することは民衆にとって不可避であったと主張したとしても、彼らの議論によって欺かれることはあなたがたにはあり得ません。なぜなら、主席たちを戴冠することが何らかの必然であったと主張することは不可能だからです。

構文注5 件
  1. 2ὡς ὑμᾶς ἔρχεται

    ὡς は対格の代名詞(ὑμᾶς)を伴って「〜のもとへ」という方向を表す前置詞として機能している。未来分詞 δειπνήσων(食事をするために)の目的の意味を強める小辞 ὡς ではないことに注意。

  2. 3κακῶς Ἁρμόδιον καὶ Ἀριςτογείτονα

    対格の Ἁρμόδιον καὶ Ἀριςτογείτονα は、副詞 κακῶς とともに用いられた不定詞 λέγειν(悪く言う、誹謗する)の直接目的語である。

  3. 3δεινόν ἐστιν εἰ

    感情や評価を表す表現(δεινόν ἐστιν)の後に置かれる εἰ 節は、仮定ではなく事実として「〜であるとは、〜ということは」という意味を表す。

  4. 5καὶ ταῦτα ὀμωμοκότες

    καὶ ταῦτα は「しかもその上、なおかつ」という意味の慣用的副詞表現で、分詞(ここでは完了分詞 ὀμωμοκότες)に先行して、その行為が先行する状況に反して、あるいはそれを強調して行われることを示す。

  5. 5οὐκ ἔνεστιν εἰπεῖν ὡς

    οὐκ ἔνεστιν は非人称動詞 ἔνεστι(可能である)の否定で、「〜することは不可能である」の意味。不定詞 εἰπεῖν と ὡς 節を伴い、「〜と主張することは到底できない」という意味を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0030.tlg002.humanitext-grc2:frag_1-5