§6πρὸς δὲ τούτοις αὐτὸς ὑμῖν οὗτος ῥᾳδίαν πεποίηκεν τὴν γνῶσιν· ἔγραψεν γὰρ ὧν ἕνεκα ἐστεφάνωσεν τοὺς προέδρους, δικαιοσύνης τε τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ διότι κατὰ τοὺς νόμους προηδρεύκασιν.
除此之外,这人自己已使你们的判断变得容易;因为他写明了自己为何给主席团戴上冠冕的原因,即对雅典民众的公正,以及他们依法主持了会议。
ἐπὶ δὴ ταῦτʼ ἄγετʼ αὐτὸν ἀπολογησόμενον, καὶ σύ, ὦ Φιλιππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ἃ ὑπέθου ἐν τῷ ψηφίςματι, ἀπόφευγε.
因此,就在这些点上让他进行辩护吧;而你,菲利皮德斯啊,你要证明你在决议案中所设想的关于主席团的事情是真的,从而获得无罪释放。
§7εἰ δʼ οἴει κορδακίζων καὶ γελωτοποιῶν, ὅπερ ποιεῖν εἴωθας, ἐπὶ τῶν δικαστηρίων ἀποφεύξεσθαι, εὐήθης εἶ, ἢ παρὰ τούτοις συγγνώμην ἢ ἔλεόν τινα παρὰ τὸ δίκαιον ὑπάρχειν.
但是,如果你以为像你平时习惯的那样,通过跳滑稽舞和扮演小丑就能在法廷上脱罪,那你以为在这些人那里会有任何违反公义的宽恕或怜悯,就是愚不可及。
πολλοῦ γε δεῖ.
绝非如此!
οὐ γὰρ ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλʼ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας.
因为你并未在民众这里为自己积攒好意,而是在别处;你也不认为应该去讨好那些能救你的人,反而去讨好那些让民众畏惧的人。
§8καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδʼ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν.
你一方面认定某个人的肉身会是不朽的,另一方面却判处了如此伟大的城邦死刑,甚至没有领悟到这一点:僭主中从未有人死而复生,而许多被彻底摧毁的城邦却重新强盛起来。
οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδʼ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου.
你们既没有考虑到三十人僭主时期的事,也没有考虑到城邦如何战胜了那些前来征讨的外敌以及内部合谋袭击它的人;相反,你们暴露了自己一直在窥伺城邦的裂痕,看是否能有任何机会来说出或做出反对民众的事。
§9εἶτα περὶ καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς [οὐ] παραφυλάξαντες;
此后,在窥伺了危害城邦的机会之后,你们现在竟然还敢谈论时局吗?
καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι;
而你还带着孩子们来到法廷,让他们站上法廷,以此要求这些人同情你吗?
ἀλλʼ οὐ δίκαιον· ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάντα, τόθʼ ὑφʼ ὑμῶν ἐξυβρίζετο.
但这并不公正;因为当城邦因所发生的不幸而受到他人怜悯时,那时它正遭到你们的侮辱。
καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ.
然而,那些人为了拯救希腊而遭受了配不上他们崇高气节的苦难,你却不义地将城邦陷于极度的耻辱之中,现在理所当然要受到惩罚。
§10διὰ τί γὰρ ἂν τούτου φείσαισθε;
因为你们为什么要宽恕这人呢?
πότερα διότι δημοτικός ἐστιν;
是因为他是民主派吗?
ἀλλὰ ἴστʼ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα.
但你们知道,他选择给僭主当奴隶,却要求向民众施加号令。
ἀλλʼ ὅτι χρηστός;
还是因为他是个高尚的人?
ἀλλὰ δὶς αὐτοῦ ἀδικίαν κατέγνωτε.
但你们已经两次判他有罪。
ναί, ἀλλὰ χρήσιμος·
“是的,但他很有用。
ἀλλʼ εἰ χρήςεςθε τῷ ὑφʼ ὑμῶν ὁμολογουμένως πονηρῷ κριθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν ἀνθρώπων ἐπιθυμεῖν.
”然而,如果你们起用一个被你们公认为邪恶而被定罪的人,你们要么会被认为判断不力,要么会被认为喜欢邪恶之徒。
οὐκοῦν οὐκ ἄξιον τὰ τούτου ἀδικήματα αὐτοὺς ἀναδέχεσθαι, ἀλλὰ τιμωρεῖσθαι τὸν ἀδικοῦντα.
因此,你们不应自己承担这人的罪责,而应惩罚行恶者。
§11καὶ ἂν ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατʼ ἀμφότερα.
如果有人登台说他以前曾两次因违法提案而被定罪,并因此声称你们应当宣告他无罪,那么你们在这两方面都要反其道而行之。
πρῶτον μὲν ὅτι εὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν· οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν βάσανον δέδωκεν.
首先,因为能够抓住一个公然提出违法提案的人进行第三次审判,乃是一件幸事;因为不应像对待某种好东西那样宽恕他,而应当尽早摆脱他,因为他已经在你们面前两次证明了他的品性。
§12ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδʼ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλʼ αὐτὸς αὑτῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν·
其次,正如你们规定那些曾两次因伪证罪被定罪的人不得进行第三次作证,哪怕是在他们亲历的事情上也不行,以便对任何公民而言,你们的大多数都不是其被剥夺公民权的原因,而是他自己咎由自取,如果他不停止作虚假见证的话;同样,对于那些因违法提案而被定罪的人,他们也大可不再起草议案;如果不这样做,显然他们是为了某种私利而为。
ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.
因此,这样的人不配得到同情,而应受到惩罚。
§13ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν·
但为了不至于在计划好对照水壶发言时还长篇大论,书记官将再次为你们宣读起诉书。
ὑμεῖς δὲ τῶν τε κατηγορημένων μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.
而你们在记住指控的同时,并听罢宣读法律,请投出既符合公义又对你们自身有利的票。