Humanitext Reader

希佩里德斯 · 为吕科弗隆辩护 §6-12

唆使新妇指控的荒谬与弹劾程序的滥用

第 2 段,共 3 段 · 希腊语

内容简介

吕哥弗隆指出,指控他在婚礼随行中唆使新妇避开其丈夫一事,结合现场强壮的目击者等状况来看极其荒谬。同时,他猛烈抨击原告阿里斯顿滥用无风险的弹劾程序,企图通过捏造的诽谤和规避法律来剥夺其辩护权。

§6εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος;
难道我竟然愚蠢到了这种地步,以至于在有如此多其他的人跟随,以及迪奥克西普斯和他的练习伙伴埃夫莱乌斯——这些公认在希腊人中最强壮的男子——同行的情况下,在所有人都在倾听时,我既不为对一个自由身份的女子说出这些话感到羞耻,也不害怕当场被掐死吗?
τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ οὐκ ἂν ἀπέκτεινε τὸν λέγοντα;
因为,有谁在听见别人对自己的姐妹说出他们指控我所说的那些话时,能够容忍而不去杀死那个说话的人呢?
§7τὸ δὲ κεφάλαιον ἁπάντων, ὡς καὶ μικρῷ πρότερον εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ ὅπως ἐμμείνειεν τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν γυναῖκα;
而最重要的一点是,正如我刚才所说,哈里普斯似乎也到了如此愚钝的地步,以至于据说,虽然那名女子事先告诉他她与我有共谋,而在另一方面,他听见我怂恿她遵守她所立下的誓言,他却依然娶了这名女子为妻?
καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος;
你们认为,哪怕是那个发疯的俄瑞斯忒斯,或是所有人中最愚蠢的马尔吉特斯,会做出这种事吗?
§8ἀλλʼ οἶμαι, ὦ ἄνδρες δικασταί, πολλὰ πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.
但我认为,陪审员诸位,在诉讼中原告比被告占有许多优势;因为前者因为诉讼对自己而言没有危险,便轻易地说出他们想说的任何话并进行虚假指控,而被告因为恐惧,甚至忘记提及他们自己所做的许多事情。
§9ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν ἀπολογουμένοις τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι, ἢ μὴ μεμνημένοις τῶν προκατηγορηθέντων, οἴησιν καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα.
其后,前者一旦首先发言,不仅陈述他们自己关于该事件所拥有的正当理由,而且通过捏造针对被告的虚假诽谤,使他们脱离了辩护;结果,被告身上会发生两件事之一:要么在为那些无关的中伤进行辩护时,耽误了关于事件本身的辩护,要么因为没记住先前的指控,在陪审员中留下了所说的话属实的印象。
§10πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν· οἷον καὶ Ἀρίστων οὑτοσὶ ἐνεχείρησε ποιῆσαι ἐν τῇ κατηγορίᾳ, ὃς οὐδʼ ἀπολαύειν δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ συναπολογησομένων.
除此之外,他们还预先中伤那些准备协助被告的人,并歪曲被告本人的辩护;正如这位阿里斯顿也企图在指控中做的那样,他甚至不让我从那些为我上坛并共同辩护的人那里获得任何好处。
διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται;
但是,为什么这些人不应该进行辩护呢?
πότερʼ οὐ δίκαιόν ἐστι τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν;
难道亲属和朋友协助受审者是不公正的吗?
ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;
或者在城邦中,还有什么比这更符合民主精神的呢:让有能力说话的人,去协助那些面临危险、没有能力说话的公民?
§11σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν.
但你不仅对我的辩护人说了这些话,甚至还指使我的辩护方式;你指示陪审员们,他们应该听取什么、命令我辩护什么,以及不准我说什么。
καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;
而这怎么能说是公正的呢? ——你按照你所希望的方式进行了指控,而由于预先知道我有正当的理由来反驳你的谎言,你竟然要剥夺我的辩护权?
§12καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας τοὺς νόμους εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι τραγῳδίας γράψαι εἰς τὴν εἰσαγγελίαν οἵαςπερ νῦν γέγραφας, ὅς μʼ αἰτιᾷ ὅτι πολλὰς μὲν γυναῖκας ποιῶ ἀγάμους ἔνδον καταγηράσκειν, πολλὰς δὲ ςυνοικεῖν οἷς οὐ προσήκει παρὰ τοὺς νόμους.
你在弹劾书中指控我通过违反法律来推翻民主制度,而你自己却飞越了所有的法律,对于那些依法应当向法官提起公诉的事情递交了弹劾书;这是为了第一,让你能够在没有风险的情况下进入这场诉讼,第二,让你可以在弹劾书中编造悲剧,正如你现在所写的那样,指控我导致许多妇女无法结婚而在家中老去,导致许多人违反法律与不相称的人同居。

词汇与语法注释

  1. 6ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων — 在由 ὥστε 引导的结果从句(ὥστε... οὔτʼ ᾐσχυνόμην οὔτʼ ἐδεδίειν)内部,插入了属格独立结构(ἄλλων ... συνακολουθούντων)以表明伴随的情况。
  2. 7τὸ δὲ κεφάλαιον ἁπάντων — 语法上独立于主句的绝对对格或同格名词短语,用作惯用表达以引起读者注意并提示核心论点:“而最重要的一点是”。
  3. 9ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον — 由 ὥστε 引导的不定式(συμβαίνειν)结果从句。与格代词 αὐτοῖς 是受动作影响的对象,而中性单数短语 δυοῖν τὸ ἕτερον(“两件事之一”)作为不定式实际上的主语。
  4. 12ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν — 关系代名词 ὧν 引导的关系从句省略了其先行词(如 τούτων)。该句旨在揭露程序上的不公:原告对本应依法向法制定官(Thesmothetai)提起“公诉”(graphe)的事项,却提起了“弹劾”(eisangelia)。

引用这一段

希佩里德斯, 为吕科弗隆辩护 §6-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg001.humanitext-grc2:6-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。