Humanitext Reader

希佩里德斯 · 为吕科弗隆辩护 §13-20

以一生功绩申辩清白与请求辩护人登台

第 3 段,共 3 段 · 希腊语

内容简介

被告指出指控中的矛盾,通过自己一生的公共服务和荣誉证明清白,并最终请求陪审团允许他召集辩护人上台发言,以弥补他作为普通市民的劣势。

§13οὐκοῦν ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;
因此,对于城邦中其他的任何妇女,你都无法指出是我导致了这些事情,至于你现在所指控的那位妇女,你认为她被嫁给市民之一的哈里普斯并与之共同生活是相称的,还是认为她不嫁人在家里老去是相称的? 她之所以能立刻出嫁,是因为尤菲穆斯为她追加了一塔兰同的银子作为嫁妆,这显然不是因为什么恶行,而是因为他的慷慨。
§14τούτῳ μὲν οὖν ἔξεστιν, ὦ ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας.
陪审员诸位,这个人固然可以想说什么就说什么,甚至进行虚假指控,但我认为你们不应当根据起诉者的中伤来对我做出判决,而应当在审视了我所度过的整个人生之后再做决定。
λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν.
因为在城邦里,任何一个无论是邪恶还是善良的人,都无法逃过你们大众的眼睛。 相反,过去的光阴是每个人品性最精确的证人,尤其是对于像现在这样的指控。
§15ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ τοῦ ἀνθρώπου ἐνδέχεται ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματος οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον ἀλλʼ ἢ πάλαι τοιοῦτός ἐστιν, ὃ δειξάτωσαν οὗτοι, ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.
因为,对于一个人在人生的任何年龄阶段都可能犯下的罪行,确实应该根据其所面临的控告本身来进行审视;但一个五十岁的男人是不可能犯下通奸罪的,除非他长期以来就是这样的人(这一点就让他们去证明吧),否则这一指控很可能是虚假的。
§16ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ.
至于我,陪审员诸位,我一生都在城邦中与你们共同生活,不仅从未遭受过任何恶名,也未曾与任何公民发生过诉讼,我既没有作为被告受审,也没有起诉过别人。 相反,我一生都热心于饲养马匹,其程度甚至超出了我的能力,超出了我的个人财产。
ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων.
我还因勇敢而受到全体骑兵以及我的同僚官员们的授冠表彰。
§17ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους.
因为你们,陪审员诸位,首先推选我为骑兵队长,随后又推选我为派往雷姆诺斯岛的骑兵长官;我在那里治理了两年,是历任所有骑兵长官中唯一做到这一点的人,而且我还额外留在那里的第三年,因为我不愿意向那些处于困境中的公民强行索要给骑兵的军饷。
§18καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιςτίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ· ἃ χρὴ τεκμήρια ὑμῖν εἶναι εἰς τοῦτον τὸν ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ αἰτίαι εἰσίν.
在此期间,当地的人中没有任何人对我提出过任何私下或公开的控告,相反,我被赫菲斯提亚的民众授予了三顶冠冕,又被米里纳的民众授予了其他冠冕;这些应当成为你们在这场审判中的证据,证明对我的指控是虚假的。
οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.
因为一个在雅典是恶棍的人,不可能在雷姆诺斯变成好人;你们当时把你们自己的两座城市委托给我,送我到那里去,显然也不是因为认为我是那样的人。
§19ὅσα μὲν οὖν ἐγὼ εἶχον, ὦ ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε.
那么,陪审员诸位,我为自己所要说的话,你们几乎已经全部听到了。
ἐπειδὴ δὲ ὁ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι, §20πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλʼ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι.
但是,由于起诉者并非不善言辞,而是习惯于经常参与诉讼,并且已经召集了那些会共同不公正地毁灭某位公民的协同辩护人,我也恳求并请求你们,允许我在这场如此重大的审判中召集那些为我说话的人,并且如果我的亲属或朋友中有谁能协助我,请予以善意地听取,我虽是你们的公民,却是个普通人,不习惯于发言,且正在面临不仅是关于死亡——因为对于理性思考的人来说,这是最微不足道的事情——更是关于被流放、以及死后甚至不能在祖国安葬的危险中进行斗争。
ἐὰν οὖν κελεύητε, ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα.
因此,陪审员诸位,如果你们允许,我就召集协助我的人。
ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε ὅ τι ἔχεις· κελεύουσιν οἱ δικασταί.
提奥菲鲁斯,请为我上台,说出你想说的话;法官们已经允许了。

词汇与语法注释

  1. §14λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι — 词语 ἔνι 在此代替 ἔνεστι(是可能的),与不定式 λαθεῖν(逃避注意)连用,意为“无法逃过你们大众的眼睛”。该不定式的逻辑主语是随后的对格短语(οὐδένα τῶν ἐν τῇ πόλει οὔτε πονηρὸν ὄντα οὔτε ἐπιεικῆ)。
  2. §15ἀλλʼ ἤ — 这是一个表示“除非”或“除……之外”的惯用搭配。与前文的否定词(οὐκ ἐνδέχεται)呼应,引入唯一的例外情况:“除非他很久以来就是这样的人”。
  3. §17ἐπὶ κεφαλὴν — 字面意思是“头朝下地”,在此作为比喻,形容在征税或逼债时采取强暴、粗暴的手法,意为“强行”或“毫不留情地”向贫困市民催缴。
  4. §20πολίτῃ μὲν ὄντι ὑμετέρῳ... — 这些与格分词和形容词与前一节(§19)中隐含的与格代词 ἐμοί(“我”)相一致。发言者借此描述自己(“作为你们的公民,却是个普通人……”),以此激发陪审团的同情。

引用这一段

希佩里德斯, 为吕科弗隆辩护 §13-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg001.humanitext-grc2:13-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。