Humanitext Reader

希佩里德斯 · 为吕科弗隆辩护 §frag_1-5

驳斥阿里斯顿的恶意控告与不贞指控

第 1 段,共 3 段 · 希腊语

内容简介

演讲者为莱科弗隆进行辩护,揭露了起诉人阿里斯顿恶意诉讼的行为,并根据婚礼的公开情况,驳斥了莱库格斯关于其唆使新妇不贞的荒谬指控。

§frag_1## Frag. I καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων καὶ τῶν ἀπολογουμένων καὶ §frag_2## Frag. II τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι.
## 碎片 I ……无论作为个人还是作为集体,其次是根据法律和誓言,它们要求你们同样倾听原告和被告双方的陈述,并且…… ## 碎片 II ……(允许原告按照其选择的方式)进行指控,同样,也请允许我按照我自己选择的、并且我所能做到的方式来进行辩护。
καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, τί τοῦθʼ ἡμῖν λέγεις;
你们当中任何人在我发言期间都不要打断我,问: “你为什么要对我们说这些?
μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ §frag_3## Frag. III οὐδὲ ὁ νόμος συγκατηγορεῖν μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει.
” 也不要从你们自己那里给指控增加任何内容,而是应当给辩护…… ## 碎片 III 法律既然允许任何愿意的人对受审者进行联合指控,就没有禁止他人进行联合辩护。
ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω, ἐπʼ αὐτὴν τὴν ἀπολογίαν πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ὦ ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον
为了不在进入正题之前浪费太多话语,我将直接开始辩护。
§frag_3a## Frag. IIIa (IV) ἢ νεωρίων προδοσίαν ἢ ἀρχείων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας §frag_4## Frag. IV (V) ὁ Εὔφημος πρῶτον ἐπειδὴ ἐτελεύτησεν ἐκεῖνος ρος ὁ Φλυεύς, ἐξ αὐτοῦ ὅτι ἡ γυνὴ τον καὶ το ατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον.
我首先向神明祈祷,求他们帮助我并从眼下的这场审判中救助我;同时,陪审员诸位,我也向你们请求这件事情,首先是…… ## 碎片 IIIa (IV) ……要么是背叛军港,要么是纵火烧毁公署,要么是占领卫城…… ## 碎片 IV (V) ……首先,当普利亚区的那个[……]去世时,从他那里[……]妻子[……]他留下了怀着他骨肉的妻子,这并非违反法律而做出的。
εἰ δʼ ὥςπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει, οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι, οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω γένους ἐξάγειν τὸν Εὔφημον, ἀλλʼ ἐᾶν.
但是,如果正如阿里斯顿在弹劾书中所写的那样,他们认为这些事情是如此的话,他们当然不应该阻止最近的亲属带走(领回)尤菲莫斯,而应该允许。
νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατʼ ἐμοῦ.
但现在,他们通过这样做,用实际行动亲自证明了对我的指控是虚假的。
πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς τὸν Εὔφημον ἐκώλυε παρέχοντα μαρτυρίας
除此之外,如果孩子在出生时或后来发生了什么不幸,他们却要依靠这些遗嘱来作主张,这难道不荒谬吗?
§frag_4a## Frag. IVa οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι.
而在这些遗嘱中[……]阻止了尤菲莫斯提供证据…… ## 碎片 IVa 因为,否认自己的亲笔手迹是不可能的。
§frag_4b## Frag. IVb νωθρεύεσθαι §1Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις· καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαςτηρίου, ὅτʼ ἦν τούτῳ ὁ ἀγὼν πρὸς Ἀρχεστρατίδην.
## 碎片 IVb 怠惰行事而阿里斯顿在矿场拥有奴隶;这正是他在与阿尔克斯特拉提德斯的官司中,在法庭上向你们亲自证实的事。
§2τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα· οὗτος προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν, ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.
因为这位阿里斯顿的行径正是如此:他四处走动,控告所有人,其中凡是不给他钱的人,他就起诉并指控,而凡是愿意付钱的人,他就放过,并将钱交给提奥姆内斯托斯;后者收到钱后购买奴隶,并像给海盗提供给养一样给他们提供物资,且每天为每个奴隶付给阿里斯顿一奥博尔,以便让阿里斯顿成为一个长盛不衰的诬告者。
§3ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο.
陪审员诸位,从他们最初在公民大会上立时提出的指控来审视这一事件,也是非常有价值的。
ἐμοὶ γὰρ οἱ οἰκεῖοι ἀπέστειλαν γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι, ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.
因为我的亲属写信给我,送来了弹劾书以及他们在递交弹劾书时在公民大会上对我提出的指控,其中写道:莱库格斯说,他自称从亲属那里听说,当哈里普斯迎娶那名女子时,我随同在侧,并唆使她不要接近哈里普斯,而要保持自己的贞洁。
§4ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους τοὺς ἐμαυτοῦ εὐθὺς ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω, ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.
而我一回来就对我的朋友和亲属们说的话,现在也同样对你们说:如果这些是真实的,我承认我也犯了弹劾书中所写的其他所有罪行。
ὅτι δὲ ψευδῆ ἐστιν, ῥᾴδιον οἶμαι εἶναι ἅπασιν ἰδεῖν.
但我认为,这些指控是虚假的,这对所有人来说都是显而易见的。
τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος, §5ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς λόγοις;
因为在城邦中,有谁是如此不理智,以至于会相信这些话?
ἀνάγκη γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.
因为,陪审员诸位,首先,赶骡夫和领路人必然要跟随载运那名女子的马车,其次,送行的奴仆们和迪奥克西普斯也必然跟随;事实上,他也因为她是作为寡妇被嫁出去而随行。

词汇与语法注释

  1. frag_1ὃς κελεύει — 关系代词 ὃς(阳性单数主格)在语法上与最近的先行词 τῷ ὅρκῳ(誓言)一致,但在语义上也与前面的 τῷ νόμῳ(法律)紧密相关,表明法律和誓言共同约束陪审员平等地听取双方的陈述。
  2. frag_4ἰσχυρίζεσθαι ἂν αὐτούς — 不定式 ἰσχυρίζεσθαι 伴有助词 ἄν,作为条件从句 εἰ μέν τι ἔπαθεν τὸ παιδίον... 的主句(表示过去反事实或潜在条件),整体意为“如果……的话,他们就会主张”。
  3. 3ὅπως μὴ πλησιάσει... ἀλλὰ διαφυλάξει — 此处 ὅπως 加上将来直陈式(πλησιάσει 和 διαφυλάξει)的句式,用作表示劝说或促使的动词 παρεκελευόμην 的宾语从句,表达强烈的意图或督促(“使之不接近……而是保持”)。
  4. 5ὅςτις ἂν πιστεύσαι — 关系从句中 ἄν 连同潜在祈愿式 πιστεύσαι(不定过去时第三人称单数,πιστεύσειε 的变体)一起使用,承接修辞疑问句 τίς γὰρ οὕτως ἐστὶν......,强调了“(难道会有)相信这些话的(人吗)”这种不可能性或怀疑。

引用这一段

希佩里德斯, 为吕科弗隆辩护 §frag_1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg001.humanitext-grc2:frag_1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。