- 底本
- Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0030.tlg001.humanitext-grc2:6-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
リコフロンは、結婚の付き添いの場で新婦に夫を避けるよう唆したという告発が、現場の状況や証人の存在から見て理不尽であることを説く。さらに、原告アリストンが通常の手続きを迂回して危険のない弾劾制度を悪用し、不当な誹謗や弁護妨害を行っていると厳しく批判する。
εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων1 καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος; τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ οὐκ ἂν ἀπέκτεινε τὸν λέγοντα;
それなら、私はこれほどの狂気に至ったというのでしょうか。これほど多くの他の人々が同行しており、またギリシア人の中で最も強い男たちであると誰もが認めるディオクシッポスや、その練習相手のエウプライオスが一緒にいたというのに、皆が聞いているところで自由身分の女性についてそのような言葉を語るのを恥じもしなかったし、また、その場で首を絞められて殺されるのではないかと恐れもしなかったというのでしょうか。というのも、自分の姉妹について、この者たちが私を非難しているような内容を聞かされて、耐えてその話し手を殺さない者がいるでしょうか。
τὸ δὲ κεφάλαιον ἁπάντων,2 ὡς καὶ μικρῷ πρότερον εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ ὅπως ἐμμείνειεν τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος;
そして何よりも重大なことに、少し前にも言いましたように、チャリッポスは、どうやらこれほどの愚鈍さに達していたようです。すなわち、彼らによれば、事前にその女性が私と共謀していると告げていたにもかかわらず、さらに私が彼女に対して誓った誓約を守るようにとそそのかしているのを聞きながら、それでも彼はその女性を妻に娶ったというのですか。このようなことを、あの狂えるオレステスや、最も愚かなマルギテスがしたとあなた方は思いますか。
ἀλλʼ οἶμαι, ὦ ἄνδρες δικασταί, πολλὰ πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.
しかし、裁判員の皆さん、訴訟において原告は被告に対して多くの優位性を持っていると私は思います。というのも、前者は自分たちにとって裁判に危険がないために、言いたいことを容易に言い、偽りの告発をしますが、被告たちは恐怖のあまり、自分たちが行ったことの多くさえ語るのを忘れてしまうからです。
ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον,3 ἢ περὶ τῶν ἔξωθεν διαβολῶν ἀπολογουμένοις τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι, ἢ μὴ μεμνημένοις τῶν προκατηγορηθέντων, οἴησιν καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα.
そのうえ、前者は先に発言権を得ると、その件に関して自分たちの持つ正当な主張を述べるだけでなく、被告に対する虚偽の誹謗中傷をでっち上げて、彼らを弁護から脱線させてしまいます。その結果、被告たちには二つのうちどちらか一方が起こることになります。すなわち、本件とは無関係の中傷に対して弁護することに追われて本件自体の弁護を疎かにしてしまうか、あるいは、先になされた非難を覚えていないために、語られたことが真実であるという印象を裁判員たちに残してしまうかです。
πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν· οἷον καὶ Ἀρίστων οὑτοσὶ ἐνεχείρησε ποιῆσαι ἐν τῇ κατηγορίᾳ, ὃς οὐδʼ ἀπολαύειν δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ συναπολογησομένων. διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται; πότερʼ οὐ δίκαιόν ἐστι τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;
これに加えて、彼らは被告を助けようとする者たちをあらかじめ中傷し、被告自身の弁護を歪めてしまいます。まさにこのアリストンもその告発においてそうしようと企てました。彼は、私のために壇上に上がり共同で弁護してくれる人々から私が恩恵を受けることさえ許さないのです。しかし、なぜこの人々が弁護してはならないのでしょうか。被告をその親族や友人が助けることは正しくないのでしょうか。あるいは、ポリスにおいて、これ以上に民主的なことがあるでしょうか。すなわち、語る能力のある者が、危険に直面している語る能力のない市民を助けること以上に。
σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;
ところが、あなたは私の弁護人たちについてあれこれ語るだけでなく、私の弁護の方法までも指図しているのです。そして裁判員たちに対して、彼らが何に耳を傾け、私に何を弁護させるべきか、また何について私に語ることを許すべきでないかを指示しています。あなたが望む通りの方法で告発を行った一方で、あなたのついた嘘に対して私が述べる正当な反論をあらかじめ知っていながら、私の弁護を奪い取ろうとする、このようなことがどうして正しいと言えるでしょうか。
καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας τοὺς νόμους εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν,4 ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι τραγῳδίας γράψαι εἰς τὴν εἰσαγγελίαν οἵαςπερ νῦν γέγραφας, ὅς μʼ αἰτιᾷ ὅτι πολλὰς μὲν γυναῖκας ποιῶ ἀγάμους ἔνδον καταγηράσκειν, πολλὰς δὲ ςυνοικεῖν οἷς οὐ προσήκει παρὰ τοὺς νόμους.
また、あなたは弾劾状の中で、私が法を犯すことによって民主制を転覆しようとしていると私を非難していますが、あなた自身はすべての法を飛び越えて、法によってテスモテテスの前での公訴が定められている事柄について弾劾状を提出したのです。それは第一に、あなたが自ら危険を冒すことなく裁判に入るためであり、第二に、あなたが今回書いたような悲劇じみたお話を弾劾状に書き連ねることができるようにするためです。すなわち、多くの女性を結婚させずに家の中で老い衰えさせ、また多くの女性を法に反してふさわしくない者と同居させている、などと私を非難しているあなた自身が。
- 6ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων
ὥστε に導かれる結果節(ὥστε... οὔτʼ ᾐσχυνόμην οὔτʼ ἐδεδίειν)の内部で、独立した前提・随伴状況を示すために属格独立(ἄλλων ... συνακολουθούντων)が挿入されている構文上の離隔。
- 7τὸ δὲ κεφάλαιον ἁπάντων
文法的には主節から独立した「絶対対格」あるいは「懸垂主格」的な名詞句であり、「最も重要なことには」と読者の注意を引き、文全体の主題を提示する慣用表現。
- 9ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον
結果を導く ὥστε + 不定詞(συμβαίνειν)の構文。与格 αὐτοῖς は不定詞の作用を受ける対象(または「〜に起こる」の与格)であり、中性単数の名詞句 δυοῖν τὸ ἕτερον(「二つのうちの一方」)が συμβαίνειν の実質的な主語として機能している。
- 12ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν
関係代名詞 ὧν は、先行詞となる指示代名詞(τούτων など)が省略された関係節。本来通常の手続きである「公訴(グラペー)」の対象となるべき事柄について、原告が異例の「弾劾(エイサンゲリア)」を用いたという制度上の不当性を突く表現。
