Humanitext Reader

安提丰 · 第二四部曲 §1.1-1.2

关于标枪误杀的控告与消除污染的请求

第 1 段,共 5 段 · 希腊语

内容简介

原告(受害者的父亲)指控被告(一名青年)在体育场因标枪事故导致其子死亡,构成无意杀人,并请求公民陪审员做出严厉判决以消除城邦的污染。

§1.1τὰ μὲν ὁμολογούμενα τῶν πραγμάτων ὑπό τε τοῦ νόμου κατακέκριται ὑπό τε τῶν ψηφισαμένων, οἳ κύριοι πάσης τῆς πολιτείας εἰσίν· ἐὰν δέ τι ἀμφισβητήσιμον ᾖ, τοῦτο ὑμῖν, ὦ ἄνδρες πολῖται, προστέτακται διαγνῶναι.
在这些事情中,无可争议的部分已经由法律以及行使投票权的人(他们是整个城邦的主权者)做出了判决;但是,如果有什么是有争议的,诸位公民,判定此事便是托付给你们的责任。
οἶμαι μὲν οὖν οὐδὲ ἀμφισβητήσειν πρὸς ἐμὲ τὸν διωκόμενον· ὁ γὰρ παῖς μου ἐν γυμνασίῳ ἀκοντισθεὶς διὰ τῶν πλευρῶν ὑπὸ τούτου τοῦ μειρακίου παραχρῆμα ἀπέθανεν.
因此,我认为被告甚至不会对我提出异议;因为我的孩子在体育场内,被这个青年用标枪刺穿肋骨,当场死亡。
§1.2ἑκόντα μὲν οὖν οὐκ ἐπικαλῶ ἀποκτεῖναι, ἄκοντα δέ.
所以,我并不是指控他故意杀人,而是指控他无意杀人。
ἐμοὶ δὲ οὐκ ἐλάσσω τοῦ ἑκόντος ἄκων τὴν συμφορὰν κατέστησε.
然而对我来说,虽然他并非故意,但他所造成的灾祸绝不亚于故意杀人。
τῷ δὲ ἀποθανόντι αὐτῷ μὲν οὐδὲν ἐνθύμιον, τοῖς δὲ ζῶσι προσέθηκεν.
对于死者本人来说,虽然已经没有了任何痛苦,但他却把这留给了活着的人。
ὑμᾶς δὲ ἀξιῶ ἐλεοῦντας μὲν τὴν ἀπαιδίαν τῶν γονέων, οἰκτίροντας δὲ τὴν ἄωρον τοῦ ἀποθανόντος τελευτήν, εἴργοντας ὧν ὁ νόμος εἴργει τὸν ἀποκτείναντα μὴ περιορᾶν ἅπασαν τὴν πόλιν ὑπὸ τούτου μιαινομένην.
我请求你们,既怜悯失去孩子的父母,又哀悼死者过早的离世,并剥夺法律规定剥夺杀人者应享有的权利,不要坐视整个城邦被此人所污染。

词汇与语法注释

  1. §1.1τὸν διωκόμενον — 被动语态现在分词,字面意思是“被追赶的人”,但在阿提卡法庭辩论中用作名词,意为“被告”。在此作为不定式 `ἀμφισβητήσειν` 的逻辑主语(宾格)。
  2. §1.2ἑκόντα / ἄκοντα — 形容词用作副词性,修饰不定式 `ἀποκτεῖναι` 的主语(宾格),或作为动词 `ἐπικαλῶ` 宾语的谓语性修饰,表示行为的方式:“故意地”与“无意地(过失地)”。
  3. §1.2ἐνθύμιον — 指“介意之事”、“良心谴责”或“(宗教上的)诅咒隐忧、污秽”。在对比结构中,死者本人已不再有精神上的挂虑或痛苦(ἐνθύμιον),但凶手却将这悲伤与污秽的重担留给(προσέθηκ源自προσέθηκεν)了活着的人。
  4. §1.2εἴργοντας — 现在分词(宾格复数),修饰主句动词 `ἀξιῶ` 的宾语 `ὑμᾶς`。关系代词 `ὧν` 因支配属格的动词 `εἴργει`(将某人排除于某物之外)的影响,由宾格 `ἃ` 吸引为属格,先行词 `τούτων` 被省略。整句意为“将他排除在法律禁止杀人者享有的权利(或进入的公共场所)之外”。
  5. §1.2μὴ περιορᾶν — 带否定词 `μή` 的不定式,直接受主句动词 `ἀξιῶ`(“请求……”)支配。`περιορᾶν` 支配宾格(`ἅπασαν τὴν πόλιν`)和现在被动分词(`μιαννομένην`),构成“坐视整个城邦被此人污染”的句式结构。

引用这一段

安提丰, 第二四部曲 §1.1-1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg003.humanitext-grc2:1.1-1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。