§3.1ὅτι μὲν αὐτὴ ἡ χρεία παρὰ φύσιν καὶ λέγειν καὶ δρᾶν ἅπαντας ἀναγκάζει, ἔργῳ καὶ οὐ λόγῳ δοκεῖ μοι σημαίνειν οὗτος· ἥκιστα γὰρ ἔν γε τῷ ἔμπροσθεν χρόνῳ ἀναιδὴς καὶ τολμηρὸς ὤν, νῦν ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠνάγκασται λέγειν οἷα οὐκ ἄν ποτε ᾤμην ἐγὼ τοῦτον εἰπεῖν.
正是迫切的需要强迫所有人说出和做出违背本性的话和事,依我之见,这个人在事实上而非言语上证明了这一点;因为他在以前是最不厚颜无耻和胆大妄为的人,如今由于这灾祸本身,却被迫说出了我从未料到他会说出的话。
§3.2ἐγώ τε γὰρ πολλῇ ἀνοίᾳ χρώμενος οὐκ ἂν ὑπέλαβον τοῦτον ἀντειπεῖν· οὐδὲ γὰρ ἂν ἕνα λόγον ἀντὶ δυοῖν λέξας τὸ ἥμισυ τῆς κατηγορίας ἐμαυτὸν ἂν ἀπεστέρησα· οὗτός τε μὴ τολμῶν οὐκ ἂν προεῖχε τῷ διπλασίῳ μου, ἕνα μὲν πρὸς ἕνα λόγον ἀπολογηθείς, ἃ δὲ κατηγόρησεν ἀναποκρίτως εἰπών.
因为我若不是极其愚蠢,也不会料到他会反驳;否则,我绝不会用一次申诉代替两次,从而使自己失去了一半的指控内容;而他若不是胆大妄为,也就无法对我占有双倍的优势——本是一对一地进行辩护,他却在未经质询的情况下说出了他所指控的事情。
§3.3τοσοῦτον δὲ προέχων ἐν τοῖς λόγοις ἡμῶν, ἔτι δὲ ἐν οἷς ἔπρασσε πολλαπλάσια τούτων, οὗτος μὲν οὐχ ὁσίως δεῖται ὑμῶν εὐμενῶς τὴν ἀπολογίαν ἀποδέχεσθαι αὐτοῦ· ἐγὼ δὲ δράσας μὲν οὐδὲν κακόν, παθὼν δὲ ἄθλια καὶ δεινά, καὶ νῦν ἔτι δεινότερα τούτων, ἔργῳ καὶ οὐ λόγῳ εἰς τὸν ὑμέτερον ἔλεον καταπεφευγὼς δέομαι ὑμῶν, ὦ ἄνδρες ἀνοσίων ἔργων τιμωροί, ὁσίων δὲ διαγνώμονες, μὴ παρʼ ἔργα φανερὰ ὑπὸ πονηρᾶς λόγων ἀκριβείας πεισθέντας ψευδῆ τὴν ἀλήθειαν τῶν πραχθέντων ἡγήσασθαι· §3.4ἡ μὲν γὰρ πιστότερον ἢ ἀληθέστερον σύγκειται, ἡ δʼ ἀδολώτερον καὶ ἀδυνατώτερον λεχθήσεται.
在我们的言论中占有如此多的优势,而在他所做的事情上占有数倍于此的优势,这个人竟然不虔敬地恳求你们善意地接受他的辩护;而我,没有做任何坏事,却遭受了悲惨和可怕的境遇,且如今遭受着比这更可怕的事,在事实上而非言语上逃往你们的怜悯之中,恳求你们,不虔敬行为的惩罚者、虔敬事物的裁决者,不要因为言词的恶劣精细而偏离显而易见的事实,将已发生之事的真相视作虚假;因为一方(其辩护)的编造与其说是真实的,不如说是更动听的,而另一方(其指控)则说得更无欺瞒、也更无力。
τῷ μὲν οὖν δικαίῳ πιστεύων ὑπερορῶ τῆς ἀπολογίας· τῇ δὲ σκληρότητι τοῦ δαίμονος ἀπιστῶν ὀρρωδῶ μὴ οὐ μόνον τῆς χρείας τοῦ παιδὸς ἀποστερηθῶ, ἀλλὰ καὶ αὐθέντην προσκαταγνωσθέντα ὑφʼ ὑμῶν ἐπίδω αὐτόν.
因此,我出于对正义的信任,藐视他的辩护;但因对神灵残忍命运的疑惧,我害怕不仅被剥夺了孩子的扶助,甚至还会亲眼看见他被你们判定为杀死自己的凶手。
εἰς τοῦτο γὰρ τόλμης καὶ ἀναιδείας ἥκει, §3.5ὥστε τὸν μὲν βαλόντα καὶ ἀποκτείναντα οὔτε τρῶσαι οὔτε ἀποκτεῖναί φησι, τὸν δὲ οὔτε ψαύσαντα τοῦ ἀκοντίου οὔτε ἐπινοήσαντα ἀκοντίσαι, ἁπάσης μὲν γῆς ἁμαρτόντα, πάντων δὲ σωμάτων, διὰ τῶν ἑαυτοῦ πλευρῶν διαπῆξαι τὸ ἀκόντιον λέγει.
因为这个人的胆大妄为与厚颜无耻已经到了这种地步,以至于他竟声称,那投掷并杀人者既未伤人也未杀人,而那既未触碰标枪、也未打算投掷的人,竟然避开了所有的地面和所有的身体,将标枪刺穿了自己的肋骨。
ἐγὼ δὲ ἑκουσίως κατηγορῶν ἀποκτεῖναι αὐτὸν πιστότερος ἄν μοι δοκῶ εἶναι ἢ οὗτος, ὃς μήτε βαλεῖν μήτε ἀποκτεῖναί φησι τὸ μειράκιον.
而我认为,如果我指控他是故意杀人,可能都比这个声称那年轻人既未投掷也未杀人的家伙更令人信服。
§3.6ὁ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ κελευόμενος ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια, ἀναιρεῖσθαι, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδʼ εἰς ἕνʼ ἁμαρτών, ἀθλίως ἀπέθανεν· ὁ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλʼ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινεν, μᾶλλον δὲ ἑκὼν ἢ οὔτʼ ἔβαλεν οὔτʼ ἀπέκτεινεν.
因为那孩子当时听从负责为投掷者收拾标枪的体育教练(或助手)的命令前去收拾,却由于投掷者的放肆大意,撞上了这个人敌对的凶器,他未对任何人犯下任何错误,便悲惨地死去了;而另一个人,在收拾标枪的时刻犯了错,他并非被阻止击中目标,而是向我投来了一个悲惨而痛苦的目标,他虽非故意杀人,但比起说他“既未投掷也未杀人”,却更像是故意的。
§3.7ἀκουσίως δὲ οὐχ ἧσσον ἢ ἑκουσίως ἀποκτείναντες μου τὸν παῖδα, τὸ παράπαν δʼ ἀρνούμενοι μὴ ἀποκτεῖναι αὐτόν, οὐδʼ ὑπὸ τοῦ νόμου καταλαμβάνεσθαί φασιν, ὃς ἀπαγορεύει μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν.
但是,他们无意中杀死我的儿子,并不亚于故意杀死他,然而他们却彻底否认自己杀了他,甚至声称自己不应受到法律的惩处,而那法律是禁止不论是公正还是不公正杀人的。
ἀλλὰ τίς ὁ βαλών;
可是,投掷者究竟是谁?
εἰς τίνʼ ὁ φόνος ἀνήκει;
杀人责任归于谁?
εἰς τοὺς θεωμένους ἢ εἰς τοὺς παιδαγωγοὺς, ὧν οὐδεὶς οὐδὲν κατηγορεῖ;
是归于旁观者还是归于随行的教育仆役,而这些人没有一个受到任何人的指控?
οὐ γὰρ ἀφανὴς ἀλλὰ καὶ λίαν φανερὸς ἔμοιγε αὐτοῦ ὁ θάνατός ἐστιν.
因为他的死对我来说绝非隐秘,而是再明显不过了。
ἐγὼ δὲ τὸν νόμον ὀρθῶς ἀγορεύειν φημὶ τοὺς ἀποκτείναντας κολάζεσθαι· ὅ τε γὰρ ἄκων ἀποκτείνας ἀκουσίοις κακοῖς περιπεσεῖν δίκαιός ἐστιν, ὅ τε διαφθαρεὶς οὐδὲν ἧσσον ἀκουσίως ἢ ἑκουσίως βλαφθεὶς ἀδικοῖτʼ ἂν ἀτιμώρητος γενόμενος.
我主张,法律正确地规定了杀人者应当受到惩罚;因为无意杀人者理应落入不自愿的惩罚(灾祸)之中,而丧命者,无论是在无意还是在意愿下受到伤害,若无法得到昭雪,都将是不公正的。