§9τοῦτο μὲν γὰρ ἠθέλησα μὲν τὰ τούτων ἀνδράποδα βασανίσαι, ἃ συνῄδει καὶ πρότερον τὴν γυναῖκα ταύτην, μητέρα δὲ τούτων, τῷ πατρὶ τῷ ἡμετέρῳ θάνατον μηχανωμένην φαρμάκοις, καὶ τὸν πατέρα εἰληφότα ἐπʼ αὐτοφώρῳ, ταύτην τε οὐκ οὖσαν ἄπαρνον, πλὴν οὐκ ἐπὶ θανάτῳ φάσκουσαν διδόναι ἀλλʼ ἐπὶ φίλτροις.
因为,一方面我曾希望审讯他们的奴隶,这些奴隶曾亲眼目睹这女人——也就是这些人的母亲——先前也曾企图用毒药谋害我们的父亲,而我的父亲将其当场抓住,且她自己也并未否认,只是声称她并非为了致死而是作为媚药而给药。
§10διὰ οὖν ταῦτα ἐγὼ βάσανον τοιαύτην ἠθέλησα ποιήσασθαι περὶ αὐτῶν, γράψας ἐν γραμματείῳ ἃ ἐπαιτιῶμαι τὴν γυναῖκα ταύτην.
因此,由于这些原因,我希望对他们进行这样的审讯,将我对这女人的指控写在写板上。
βασανιστὰς δὲ αὐτοὺς τούτους ἐκέλευον γίγνεσθαι ἐμοῦ παρόντος, ἵνα μὴ ἀναγκαζόμενοι ἃ ἐγὼ ἐπερωτῴην λέγοιεν—ἀλλʼ ἐξήρκει μοι τοῖς ἐν τῷ γραμματείῳ χρῆσθαι·
我要求由他们自己在我到场的情况下充当审讯者,以免奴隶们在我的逼问下说出顺应我的话——而对我来说,仅使用写板上所写的提问就足够了。
καὶ αὐτό μοι τοῦτο τεκμήριον δίκαιον γενέσθαι, ὅτι ὀρθῶς καὶ δικαίως μετέρχομαι τὸν φονέα τοῦ πατρός—εἰ δὲ ἄπαρνοι γίγνοιντο ἢ λέγοιεν μὴ ὁμολογούμενα, ἡ βάσανος ἀναγκάζοι τὰ γεγονότα κατηγορεῖν· αὕτη γὰρ καὶ τοὺς τὰ ψευδῆ παρεσκευασμένους λέγειν τἀληθῆ κατηγορεῖν ποιήσει.
这也正是我可以用来证明自己是在合理、公正地追究杀害父亲之凶手的正当证据——如果奴隶们予以否认或说出不一致的话,审讯也会强迫他们招认事实;因为审讯甚至会使那些准备说谎的人也招认出实情。
§11καίτοι εὖ οἶδά γʼ, εἰ οὗτοι πρὸς ἐμὲ ἐλθόντες, ἐπειδὴ τάχιστα αὐτοῖς ἀπηγγέλθη ὅτι ἐπεξίοιμι τοῦ πατρὸς τὸν φονέα, ἠθέλησαν τὰ ἀνδράποδα ἃ ἦν αὐτοῖς παραδοῦναι, ἐγὼ δὲ μὴ ἠθέλησα παραλαβεῖν, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια παρείχοντο ὡς οὐκ ἔνοχοί εἰσι τῷ φόνῳ.
然而,我深知,如果他们一听到我要追究杀害父亲之凶手的消息,就立刻来找我并愿意移交他们手中的奴隶,而我却拒绝接收的话,他们就会把这同一事实作为他们没有参与杀人的最大证据。
νῦν δʼ, ἐγὼ γάρ εἰμι τοῦτο μὲν ὁ θέλων αὐτὸς βασανιστὴς γενέσθαι, τοῦτο δὲ τούτους αὐτοὺς κελεύων ἀντʼ ἐμοῦ βασανίσαι, ἐμοὶ δήπου εἰκὸς ταὐτὰ ταῦτα τεκμήρια εἶναι ὡς εἰσὶν ἔνοχοι τῷ φόνῳ.
但事实是,既然一方面是我自己希望充当审讯者,另一方面又要求由他们自己代替我来进行审讯,那么理所当然,对我来说,这同一事实就是他们犯有杀人罪的证据。
§12εἰ γὰρ τούτων ἐθελόντων διδόναι εἰς βάσανον ἐγὼ μὴ ἐδεξάμην, τούτοις ἂν ἦν ταῦτα τεκμήρια.
因为如果他们愿意送去受审而我拒绝接受,这本可以成为有利于他们的证据。
τὸ αὐτὸ οὖν τοῦτο καὶ ἐμοὶ γενέσθω, εἴπερ ἐμοῦ θέλοντος ἔλεγχον λαβεῖν τοῦ πράγματος αὐτοὶ μὴ ἠθέλησαν δοῦναι.
因此,既然在我希望对事情进行审查时,他们自己却不愿交出奴隶,那么这同一权利也应当归我所有。
δεινὸν δʼ ἔμοιγε δοκεῖ εἶναι, εἰ ὑμᾶς μὲν ζητοῦσιν αἰτεῖσθαι ὅπως αὐτῶν μὴ καταψηφίσησθε, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οὐκ ἠξίωσαν δικασταὶ γενέσθαι δόντες βασανίσαι τὰ αὑτῶν ἀνδράποδα.
在我看来,令人感到匪夷所思的是,他们一方面企图恳求你们不要判他们有罪,另一方面却甚至不屑于通过交出自己的奴隶受审,来充当自己案件的裁判者。
§13περὶ μὲν οὖν τούτων οὐκ ἄδηλον ὅτι αὐτοὶ ἔφευγον τῶν πραχθέντων τὴν σαφήνειαν πυθέσθαι· ᾔδεσαν γὰρ οἰκεῖον σφίσι τὸ κακὸν ἀναφανησόμενον, ὥστε σιωπώμενον καὶ ἀβασάνιστον αὐτὸ ἐᾶσαι ἐβουλήθησαν.
因此,在这些事情上,显而易见,他们自己是在逃避查明所发生之事的真相;因为他们深知,这一罪恶一旦揭露,将牵涉到他们自己的亲人,所以他们希望让此事保持沉默、免受审讯。
ἀλλʼ οὐχ ὑμεῖς γε, ὦ ἄνδρες, ἔγωγʼ εὖ οἶδα, ἀλλὰ σαφὲς ποιήσετε.
但是,诸位裁判员,我深信你们绝不会允许这样,而是会查个水落石出。
ταῦτα μὲν οὖν μέχρι τούτου· περὶ δὲ τῶν γενομένων πειράσομαι ὑμῖν διηγήσασθαι τὴν ἀλήθειαν·
关于这些事就谈到这里;接下来,我将努力向你们陈述所发生之事的真相。
δίκη δὲ κυβερνήσειεν.
愿正义指引我们。
§14ὑπερῷόν τι ἦν τῆς ἡμετέρας οἰκίας, ὃ εἶχε Φιλόνεως ὁπότʼ ἐν ἄστει διατρίβοι, ἀνὴρ καλός τε κἀγαθὸς καὶ φίλος τῷ ἡμετέρῳ πατρί·
我们的住宅里有一处阁楼,每当菲洛内奥斯在城里逗留时便住在那里,他是一位体面正直的绅士,也是我父亲的朋友。
καὶ ἦν αὐτῷ παλλακή, ἣν ὁ Φιλόνεως ἐπὶ πορνεῖον ἔμελλε καταστῆσαι.
他身边有一个爱妾,菲洛内奥斯正打算把她送到妓院里。
ταύτην οὖν [πυθομένη] ἡ μήτηρ τοῦ ἀδελφοῦ ἐποιήσατο φίλην.
于是,我那兄弟的母亲[得知此事后],便去与她结交,使她成为了自己的朋友。
§15αἰσθομένη δʼ ὅτι ἀδικεῖσθαι ἔμελλεν ὑπὸ τοῦ Φιλόνεω, μεταπέμπεται, καὶ ἐπειδὴ ἦλθεν, ἔλεξεν αὐτῇ ὅτι καὶ αὐτὴ ἀδικοῖτο ὑπὸ τοῦ πατρὸς τοῦ ἡμετέρου·
母亲察觉到那个爱妾即将受到菲洛内奥斯的无理对待,便派人把她召来。 等她到了之后,母亲对她说,自己也同样受到了我们父亲的委屈。
εἰ οὖν ἐθέλει πείθεσθαι, ἔφη ἱκανὴ εἶναι ἐκείνῃ τε τὸν Φιλόνεων φίλον ποιῆσαι καὶ αὑτῇ τὸν ἐμὸν πατέρα, εἶναι φάσκουσα αὑτῆς μὲν τοῦτο εὕρημα, ἐκείνης δʼ ὑπηρέτημα.
接着她又说,如果对方愿意听从,她就有能力既让菲洛内奥斯对那爱妾言听计从,也能让我父亲对自己重温旧好,并宣称这是她自己的发明,而对方只需要予以协助。
§16ἠρώτα οὖν αὐτὴν εἰ ἐθελήσει διακονῆσαί οἱ, καὶ ἣ ὑπέσχετο τάχιστα, ὡς οἶμαι.
于是,她问对方是否愿意为她效劳,而在我看来,那女人立刻就答应了。
μετὰ ταῦτα ἔτυχε τῷ Φιλόνεῳ ἐν Πειραιεῖ ὄντα ἱερὰ Διὶ Κτησίῳ, ὁ δὲ πατὴρ ὁ ἐμὸς εἰς Νάξον πλεῖν ἔμελλεν.
在此之后,恰逢菲洛内奥斯要在比雷埃夫斯向“财产保护神宙斯”献祭,而我的父亲也正打算扬帆前往纳克索斯岛。
κάλλιστον οὖν ἐδόκει εἶναι τῷ Φιλόνεῳ τῆς αὐτῆς ὁδοῦ ἅμα μὲν προπέμψαι εἰς τὸν Πειραιᾶ τὸν πατέρα τὸν ἐμὸν φίλον ὄντα ἑαυτῷ, ἅμα δὲ θύσαντα τὰ ἱερὰ ἑστιᾶσαι ἐκεῖνον.
因此,菲洛内奥斯觉得最方便的办法是,在同一趟行程中,一方面可以顺道把自己的朋友——我的父亲送往比雷埃夫斯,另一方面可以在举行完祭祀之后在那里款待他。