Humanitext Reader

安提丰 · 控告继母下毒案 §1-8

年轻原告的困境与拒绝拷讯奴隶

第 1 段,共 4 段 · 希腊语

内容简介

原告起诉继母毒杀父亲,表达了自己年轻涉讼的苦恼、与异母兄弟的对立,并通过指出对方拒绝通过审讯奴隶来查明真相的事实,来证明自己控告的正当性。

§1νέος μὲν καὶ ἄπειρος δικῶν ἔγωγε ἔτι, δεινῶς δὲ καὶ ἀπόρως ἔχει μοι περὶ τοῦ πράγματος, ὦ ἄνδρες, τοῦτο μὲν εἰ ἐπισκήψαντος τοῦ πατρὸς ἐπεξελθεῖν τοῖς αὑτοῦ φονεῦσι μὴ ἐπέξειμι, τοῦτο δὲ εἰ ἐπεξιόντι ἀναγκαίως ἔχει οἷς ἥκιστα ἐχρῆν ἐν διαφορᾷ καταστῆναι, ἀδελφοῖς ὁμοπατρίοις καὶ μητρὶ ἀδελφῶν.
诸位裁判员,我虽年轻且缺乏诉讼经验,但这桩案子对我而言实在是可怕且令人棘手。 一方面,如果我违背父亲临终前要我惩治凶手的嘱托而不去控告(那将是不孝);另一方面,如果我去控告,我就势必与最不该产生过节的人们——我的同父异母兄弟以及他们的母亲——陷入对立。
§2ἡ γὰρ τύχη καὶ αὐτοὶ οὗτοι ἠνάγκασαν ἐμοὶ πρὸς τούτους αὐτοὺς τὸν ἀγῶνα καταστῆναι, οὓς εἰκὸς ἦν τῷ μὲν τεθνεῶτι τιμωροὺς γενέσθαι, τῷ δʼ ἐπεξιόντι βοηθούς.
因为命运和他们自己,强迫我不得不与他们本人展开这场诉讼,而他们本来理应成为死者的复仇者和控告者的协助者。
νῦν δὲ τούτων τἀναντία γεγένηται· αὐτοὶ γὰρ οὗτοι καθεστᾶσιν ἀντίδικοι καὶ φονῆς, ὡς καὶ ἐγὼ καὶ ἡ γραφὴ λέγει.
然而如今,情况却完全相反:他们自己已经成了诉讼对手和杀人凶手,正如我以及起诉书所指控的那样。
§3δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες, ἐὰν ἐπιδείξω ἐξ ἐπιβουλῆς καὶ προβουλῆς τὴν τούτων μητέρα φονέα οὖσαν τοῦ ἡμετέρου πατρός, καὶ μὴ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἤδη ληφθεῖσαν τὸν θάνατον τὸν ἐκείνου ἐπʼ αὐτοφώρῳ μηχανωμένην, τιμωρῆσαι πρῶτον μὲν τοῖς νόμοις τοῖς ὑμετέροις, οὓς παρὰ τῶν θεῶν καὶ τῶν προγόνων διαδεξάμενοι κατὰ τὸ αὐτὸ ἐκείνοις περὶ τῆς καταψηφίσεως δικάζετε, δεύτερον δʼ ἐκείνῳ τῷ τεθνηκότι, καὶ ἅμα ἐμοὶ μόνῳ ἀπολελειμμένῳ βοηθῆσαι.
诸位裁判员,我恳求你们,如果我证明他们的母亲是通过阴谋和预谋杀害了我们的父亲,并且证明她不仅是一次,而是已经多次在企图谋害父亲生命时被当场抓住,那么请你们首先维护你们的法律——这是你们从神明和先祖那里继承下来、并以同样的方式用于审判判决的法律;其次,请你们为逝去的父亲伸张正义,并同时援助我这个孤苦伶仃的人。
§4ὑμεῖς γάρ μοι ἀναγκαῖοι.
因为你们是我唯一的依靠。
οὓς γὰρ ἐχρῆν τῷ μὲν τεθνεῶτι τιμωροὺς γενέσθαι, ἐμοὶ δὲ βοηθούς, οὗτοι τοῦ μὲν τεθνεῶτος φονῆς γεγένηνται, ἐμοὶ δʼ ἀντίδικοι καθεστᾶσι.
那些本该成为死者复仇者和我的协助者的人,现在却成了死者的杀手,并充当了我的诉讼对手。
πρὸς τίνας οὖν ἔλθῃ τις βοηθούς, ἢ ποῖ τὴν καταφυγὴν ποιήσεται ἄλλοθι ἢ πρὸς ὑμᾶς καὶ τὸ δίκαιον;
那么,人还能向谁去寻求帮助,除了投奔你们和正义之外,还能到哪里去寻求庇护呢?
§5θαυμάζω δʼ ἔγωγε καὶ τοῦ ἀδελφοῦ, ἥντινά ποτε γνώμην ἔχων ἀντίδικος καθέστηκε πρὸς ἐμέ, καὶ εἰ νομίζει τοῦτο εὐσέβειαν εἶναι, τὸ τὴν μητέρα μὴ προδοῦναι.
我本人也对我兄弟感到诧异,不知道他究竟怀着怎样的心思来做我的诉讼对手,并认为不背弃母亲就是虔敬。
ἐγὼ δʼ ἡγοῦμαι πολὺ ἀνοσιώτερον εἶναι ἀφεῖναι τοῦ τεθνεῶτος τὴν τιμωρίαν, ἄλλως τε καὶ τοῦ μὲν ἐκ προβουλῆς ἀκουσίως ἀποθανόντος, τῆς δὲ ἑκουσίως ἐκ προνοίας ἀποκτεινάσης.
但我认为,放弃对死者的复仇要不虔敬得多,尤其是当其中一方是因为预谋而违心地死去,而另一方则是出于预谋而故意杀害了他。
§6καὶ οὐ τοῦτό γʼ ἐρεῖ, ὡς εὖ οἶδεν ὅτι οὐκ ἀπέκτεινεν ἡ μήτηρ αὐτοῦ τὸν πατέρα τὸν ἡμέτερον·
他绝不能这样说,即他深知他母亲没有杀害我们的父亲。
ἐν οἷς μὲν γὰρ αὐτῷ ἐξουσία ἦν σαφῶς εἰδέναι παρὰ τῆς βασάνου, οὐκ ἠθέλησεν· ἐν οἷς δʼ οὐκ ἦν πυθέσθαι, τοῦτʼ αὐτὸ προὐθυμήθη.
因为在那些他本来可以通过审讯奴隶查明真相的事情上,他不愿意去做;而在那些无法查明真相的事情上,他反而极力表现得很热心。
καίτοι αὐτὸ τοῦτο ἐχρῆν, ὃ καὶ ἐγὼ προὐκαλούμην, προθυμηθῆναι, ὅπως τὸ πραχθὲν ᾖ ἀληθῶς ἐπεξελθεῖν.
然而,他本来应该对我所提议的这同一件事热心,以便能够真正查明所发生的事实。
§7μὴ γὰρ ὁμολογούντων τῶν ἀνδραπόδων οὗτός τʼ εὖ εἰδὼς ἂν ἀπελογεῖτο καὶ ἀντέσπευδε πρὸς ἐμέ, καὶ ἡ μήτηρ αὐτοῦ ἀπήλλακτο ἂν ταύτης τῆς αἰτίας.
因为如果奴隶们没有招认,他就能在深知实情的情况下进行辩护并与我对抗,而他的母亲也能免除这一指控。
ὅπου δὲ μὴ ἠθέλησεν ἔλεγχον ποιήσασθαι τῶν πεπραγμένων, πῶς περί γʼ ὧν οὐκ ἠθέλησε πυθέσθαι, ἐγχωρεῖ αὐτῷ περὶ τούτων εἰδέναι;
但在他不愿对所发生的事进行审查的情况下,他对自己拒绝去查明的事情,又怎么可能知晓呢?
[πῶς οὖν περὶ τούτων, ὦ δικάζοντες, αὐτὸν εἰκὸς εἰδέναι, ὧν γε τὴν ἀλήθειαν οὐκ εἴληφε; ]
[那么,审判员们,对于那些他尚未掌握其真相的事情,他怎么可能知道呢?
§8τί ποτε ἀπολογήσεσθαι μέλλει μοι;
] 他究竟打算如何向我辩护?
ἐκ μὲν γὰρ τῆς τῶν ἀνδραπόδων βασάνου εὖ ᾔδει ὅτι οὐχ οἷόν τʼ ἦν αὐτῇ σωθῆναι, ἐν δὲ τῷ μὴ βασανισθῆναι ἡγεῖτο τὴν σωτηρίαν εἶναι· τὰ γὰρ γενόμενα ἐν τούτῳ ἀφανισθῆναι ᾠήθησαν.
因为他从对奴隶的审讯中深知她不可能获救,他认为不进行审讯才是获救的途径;因为他们以为,所发生的一切会因此被掩盖。
πῶς οὖν εὔορκα ἀντομωμοκὼς ἔσται φάσκων εὖ εἰδέναι, ὃς οὐκ ἠθέλησε σαφῶς πυθέσθαι ἐμοῦ ἐθέλοντος τῇ δικαιοτάτῃ βασάνῳ χρήσασθαι περὶ τούτου τοῦ πράγματος;
那么,在我愿意在这一事件上采用最公正的审讯方式时,他却拒绝去弄清事实,如今他声称自己“深知实情”而作的反誓,又怎么称得起是符合誓言的呢?

词汇与语法注释

  1. §1δεινῶς δὲ καὶ ἀπόρως ἔχει μοι — 该句使用无人称动词 ἔχει 搭配副词及与格(μοι)的句型,意为“对我而言,情况处于可怕和棘手的状态”。接下来的 τοῦτο μὲν εἰ... 和 τοῦτο δὲ εἰ... 从句作为同位语解释具体情况。
  2. §1τοῦτο μὲν ... τοῦτο δὲ ... — 作状语性宾格使用的关联结构,意为“一方面……,另一方面……”,用于强调两难处境的对比。
  3. §3τιμωρῆσαι ... βοηθῆσαι — 用作主句动词 δέομαι(“我请求”)之宾语的不定式,通过 πρῶτον μὲν ... δεύτερον δʼ ... καὶ ἅμα 结构在逻辑上和语法上联系在一起。
  4. §5θαυμάζω δʼ ἔγωγε καὶ τοῦ ἀδελφοῦ — 动词 θαυμάζω 支配表示情感原因的人物属格(τοῦ ἀδελφοῦ),其后紧跟间接疑问句(ἥντινά ποτε γνώμην ἔχων...),用以说明感到惊讶的具体内容。
  5. §7μὴ γὰρ ὁμολογούντων τῶν ἀνδραπόδων ... ἂν ἀπελογεῖτο ... ἂν ἀπήλλακτο — 虚拟语气(与 factual 相反的假设)条件句。属格独立结构 μὴ ὁμολογούντων τῶν ἀνδραπόδων 充当条件从句(“如果奴隶们没有招认”),结论句则分别使用 ἂν 搭配直陈式未完成过去时(ἂν ἀπελογεῖτο)和 ἂν 搭配直陈式不定过去时(ἂν ἀπήλλακτο)。

引用这一段

安提丰, 控告继母下毒案 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg001.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。