Humanitext Reader

安提丰 · 控告继母下毒案 §17-23

投毒的实施与原告对正义判决的请求

第 3 段,共 4 段 · 希腊语

内容简介

叙述了菲洛内奥斯的爱妾如何执行投毒并导致两人死亡的惨剧,随后原告向裁判员陈词,对比了惩治被告母亲的公正性与被告为其辩护的非正义性。

§17ἡ οὖν παλλακὴ τοῦ Φιλόνεω ἠκολούθει τῆς θυσίας ἕνεκεν.
菲洛内奥斯的爱妾因祭祀之故随行。
καὶ ἐπειδὴ ἦσαν ἐν τῷ Πειραιεῖ, οἷον εἰκός, ἔθυεν.
当他们到达比雷埃夫斯时,正如预料的那样,他举行了祭祀。
καὶ ἐπειδὴ αὐτῷ ἐτέθυτο τὰ ἱερά, ἐντεῦθεν ἐβουλεύετο ἡ ἄνθρωπος ὅπως ἂν αὐτοῖς τὸ φάρμακον δοίη, πότερα πρὸ δείπνου ἢ ἀπὸ δείπνου.
当祭祀仪式为他完成之后,那女人便开始思忖如何给他们下毒,是饭前还是饭后。
ἔδοξεν οὖν αὐτῇ βουλευομένῃ βέλτιον εἶναι μετὰ δεῖπνον δοῦναι, τῆς Κλυταιμνήστρας ταύτης [τῆς τούτου μητρὸς] ταῖς ὑποθήκαις ἅμα διακονοῦσαν.
因此,在她反复权衡之后,觉得饭后给药更好,同时这也是在遵从这位克吕泰涅斯特拉(即被告的母亲)的指引。
§18καὶ τὰ μὲν ἄλλα μακρότερος ἂν εἴη λόγος περὶ τοῦ δείπνου ἐμοί τε διηγήσασθαι ὑμῖν τʼ ἀκοῦσαι· ἀλλὰ πειράσομαι τὰ λοιπὰ ὡς ἐν βραχυτάτοις ὑμῖν διηγήσασθαι, ὡς γεγένηται ἡ δόσις τοῦ φαρμάκου.
至于晚餐的其他细节,由我来叙述、由你们来倾听未免有些过于冗长;但我会尽力用最简短的话向你们陈述其余的经过,即毒药是如何投下的。
ἐπειδὴ γὰρ ἐδεδειπνήκεσαν, οἷον εἰκός, ὁ μὲν θύων Διὶ Κτησίῳ κἀκεῖνον ὑποδεχόμενος, ὁ δʼ ἐκπλεῖν τε μέλλων καὶ παρʼ ἀνδρὶ ἑταίρῳ αὑτοῦ δειπνῶν, σπονδάς τʼ ἐποιοῦντο καὶ λιβανωτὸν ὑπὲρ αὑτῶν ἐπετίθεσαν.
因为正如预料的那样,当他们用完晚餐后——一位向“财产保护神宙斯”献祭并款待对方,另一位则准备扬帆启航且在朋友家做客——他们进行了献祭,并为自己献上了乳香。
§19ἡ δὲ παλλακὴ τοῦ Φιλόνεω τὴν σπονδὴν ἅμα ἐγχέουσα ἐκείνοις εὐχομένοις ἃ οὐκ ἔμελλε τελεῖσθαι, ὦ ἄνδρες, ἐνέχει τὸ φάρμακον.
而菲洛内奥斯的爱妾在他们做着注定无法实现的祈祷时,一边为他们斟酒,诸位裁判员,一边将毒药倒入其中。
καὶ ἅμα οἰομένη δεξιὸν ποιεῖν πλέον δίδωσι τῷ Φιλόνεῳ, ἴσως ὡς, εἰ δοίη πλέον, μᾶλλον φιλησομένη ὑπὸ τοῦ Φιλόνεω· οὔπω γὰρ ᾔδει ὑπὸ τῆς μητρυιᾶς τῆς ἐμῆς ἐξαπατωμένη, πρὶν ἐν τῷ κακῷ ἤδη ἦν· τῷ δὲ πατρὶ τῷ ἡμετέρῳ ἔλασσον ἐνέχει.
同时,她自以为是在做一件讨好的事,便给菲洛内奥斯多倒了一些,或许是认为如果多给一些,就会得到菲洛内奥斯更多的爱;因为她当时还没意识到自己被我的继母欺骗了,直到她已经身陷这场灾难之中;而对我们的父亲,她则少倒了一些。
§20καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν.
他们洒酒祭神之后,亲手拿着夺走自己生命的“凶手”,饮下了最后一口。
ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος.
于是,菲洛内奥斯当场暴毙,而我们的父亲则卧病不起,最终在第二十天因病去世。
ἀνθʼ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασα ἔχει τὰ ἐπίχειρα ὧν ἀξία ἦν, οὐδὲν αἰτία οὖσα—τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη—, ἡ δʼ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν.
作为这些行为的代价,那个提供协助并亲自动手的女人得到了她应得的惩罚,尽管她并无主观恶意——因为她被绑在刑车上折断肢体,然后交给了行刑官——但那个真正的罪魁祸首、策划了这一切的女人,如果你们和神明愿意,也终将得到应有的惩罚。
§21σκέψασθε οὖν ὅσῳ δικαιότερα ὑμῶν δεήσομαι ἐγὼ ἢ ὁ ἀδελφός.
因此,请你们考量一下,我的请求比起我兄弟的请求要公正多少。
ἐγὼ μέν γε τῷ τεθνεῶτι ὑμᾶς κελεύω καὶ τῷ ἠδικημένῳ τὸν ἀΐδιον χρόνον τιμωροὺς γενέσθαι· οὗτος δὲ τοῦ μὲν τεθνεῶτος πέρι οὐδὲν ὑμᾶς αἰτήσεται, ὃς ἄξιος καὶ ἐλέου καὶ βοηθείας καὶ τιμωρίας παρʼ ὑμῶν τυχεῖν, ἀθέως καὶ ἀκλεῶς πρὸ τῆς εἱμαρμένης ὑφʼ ὧν ἥκιστα ἐχρῆν τὸν βίον ἐκλιπών,
我要求你们永远作为死者和受害者的复仇者;但他绝不会为死者向你们提出任何请求,而那位死者本该得到你们的怜悯、帮助和复仇,因为他以一种不虔敬且不名誉的方式,在宿命降临之前,死于最不该下手的人之手,从而结束了生命。
§22ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν μὴ τιμωρῆσαι ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι.
相反,他会为了那个杀人凶手向你们提出对神明和对你们而言都是不法、不虔敬、无法实现且闻所未闻的请求,请求你们不要惩罚那些她自己都未能说服自己不去策划的恶行。
ὑμεῖς δʼ οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφʼ ὧν ἥκιστα ἐχρῆν αὐτοὺς ἀποθνῄσκειν.
但你们不是杀人者的保护者,而是那些被蓄意谋杀之人的保护者,尤其是死于最不该置他们于死地的人之手。
ἤδη οὖν ἐν ὑμῖν ἐστι τοῦτʼ ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε.
因此,现在轮到你们对此做出正确的判决了,请你们务必做到这一点。
§23δεήσεται δʼ ὑμῶν οὗτος μὲν ὑπὲρ τῆς μητρὸς τῆς αὑτοῦ ζώσης, τῆς ἐκεῖνον διαχρησαμένης ἀβούλως τε καὶ ἀθέως, ὅπως δίκην μὴ δῷ, ἂν ὑμᾶς πείθῃ, ὧν ἠδίκηκεν· ἐγὼ δʼ ὑμᾶς ὑπὲρ τοῦ πατρὸς τοὐμοῦ τεθνεῶτος αἰτοῦμαι, ὅπως παντὶ τρόπῳ δῷ·
此人如果能说服你们,就会为了他那还活着的母亲——那个愚蠢且不虔敬地杀害了那个人(我父亲)的女人——向你们祈求,使她免受因所犯下的罪行而应得的惩罚;但我为了我那死去的父亲请求你们,务必让她以各种方式受到惩罚。
ὑμεῖς δέ, ὅπως διδῶσι δίκην οἱ ἀδικοῦντες, τούτου γε ἕνεκα καὶ δικασταὶ ἐγένεσθε καὶ ἐκλήθητε.
而你们,正是为了让作恶者受到惩罚,才成为并被称为裁判官的。

词汇与语法注释

  1. §17διακονοῦσαν — 阴性单数宾格现在分词。尽管逻辑上的主语是爱妾(`ἡ ἄνθρωπος`),但该分词使用了宾格而非主格(`διακονοῦσα`),以与不定式 `δοῦναι` 的未表达的宾格主语保持一致。或者这也可以被视为一种无结构句(anacoluthon),即作者在不定式句式的影响下,从与格 `αὐτῇ` 转向了宾格分词。
  2. §19ἃ οὐκ ἔμελλε τελεῖσθαι — 在由关系代名词 `ἅ` 引导的关系从句中,未完成过去时 `ἔμελλε` 后接被动语态不定式 `τελεῖσθαι`,表示客观的命运或预定:“注定无法实现的(祈祷)”。叙述者从预知悲剧结局的角度,强调了他们祈祷的虚无性。
  3. §20τὸν ἑαυτῶν φονέα — 字面意为“他们自己的杀手”。在上下文中,这是一个戏剧性的借代(metonymy)表达,直接指代有毒的“杯子”或“毒药本身”,作为动词 `ἐκπίνουσιν`(“喝干”)的直接宾语。这戏剧性地表现了他们手中所持饮料的致命性质。
  4. §22ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι — 一个包含双重否定的复杂句式。`οὐκ ἔπεισε`(未能说服)与 `μὴ κακοτεχνῆσαι`(不去谋害)相结合,字面意为“她未能说服自己不往恶处设谋之事(即她所犯下的恶毒阴谋)”。关系代词 `ἃ` 作为 `τιμωρῆσαι`(惩罚)的宾语,代表了被告兄弟请求陪审团宽恕、不要惩罚的那些罪行。

引用这一段

安提丰, 控告继母下毒案 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg001.humanitext-grc2:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。