Humanitext Reader

赫西俄德 · 工作与时日 §1-69

两种纷争与普罗米修斯盗火

第 1 段,共 12 段 · 希腊语

内容简介

诗人祈求缪斯赞美宙斯,阐明大地上存在两种不和女神(有益的竞争和有害的斗争),并劝诫弟弟佩尔塞斯放弃无意义的诉讼而致力于诚实劳动。接着,他通过普罗米修斯盗火和潘多拉被创造的神话,解释了人类苦难的起源。

§1μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι §2δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι· §3ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε, §4ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
庇里亚的缪斯,以歌声赞美者啊,降临吧,歌颂宙斯,赞美你们的父亲;凡人因他而同样或无闻、或闻名,或著名、或无名,全凭伟大宙斯的意志。
§5ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, §6ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, §7ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει §8Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
因为他轻易使人强壮,又轻易使强壮者受挫,轻易使显赫者衰微,使默默无闻者兴旺,轻易使弯曲者变直,使傲慢者枯萎,这高声打雷的宙斯,居于最高神殿的君王。
§9κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας §10τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.
倾听吧,亲眼目睹、亲耳垂听,用正义匡正律令,你啊;而我,佩尔塞斯,愿诉说真实的事情。
§11οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν §12εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας, §13ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.
原来不和女神(埃里斯)并非只有一种,而是在大地上有两种;懂道理的人会赞美其中一种,而另一种则应受谴责;她们的心志截然相反。
§14ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει, §15σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης §16ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
因为一种促进邪恶的战争和纷争,残酷无情;没有凡人喜爱她,但迫于无奈,依循神明的意志,人们敬奉这沉重的埃里斯。
§17τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή, §18θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων, §19γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω· §20ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
至于另一种,黑暗的夜神先生产了她,居于高座、翱翔以太的克罗诺斯之子,将她安置在大地的根基中,她对人类要好得多;她甚至能唤醒懒惰者去工作。
§21εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει §22πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν §23οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων §24εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.
因为当有人看到别人因劳作而富裕,急于耕作和种植,并且安顿好家室;邻人就会嫉妒急于发财的邻人;这种埃里斯对凡人是有益的。
§25καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, §26καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
陶工对陶工动怒,匠人对匠人,乞丐嫉妒乞丐,歌手嫉妒歌手。
§27ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ, §28μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι §29νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.
佩尔塞斯啊,你当将这些铭记在心,不要让那幸灾乐祸的埃里斯使你的心远离工作,去窥探广场上的争吵,倾听诉讼。
§30ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε, §31ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται §32ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
因为对于那些家中没有积蓄充足、合乎时令的生活资料—— 大地所产的德墨忒尔的麦子的人,对广场和争吵是不大有闲暇顾及的。
§33τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις §34κτήμασʼ ἐπʼ ἀλλοτρίοις·
只有当你丰衣足食时,你才可能为了他人的财产而挑起争端和冲突。
σοὶ δʼ οὐκέτι δεύτερον ἔσται §35ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος §36ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.
但你不会再有第二次机会这样做;现在就在这里,让我们用正直的裁判来解决争端,那是来自宙斯的最公正的裁判。
§37ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ §38ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας §39δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
因为我们已经分了家产,但你抢走了许多财物据为己有,极力巴结那些贪图贿赂的王,他们乐于审判这桩诉讼。
§40νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς §41οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.
愚蠢的人啊,他们甚至不知道一半比全部多多少,也不明白锦葵和阿福花能带来多大的益处。
§42κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν· §43ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο, §44ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα· §45αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, §46ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
因为神明对人类隐瞒了生活之资;否则你很容易只要劳动一天,就可以维持一整年的生活,哪怕闲着不干活;很快你就可以把船舵挂在烟囱上,耕牛和耐劳的骡子的劳作也将化为乌有。
§47ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, §48ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης· §49τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
但宙斯心中动怒,将它隐瞒了,因为足智多谋的普罗米修斯欺骗了他;因此他给人类设计了痛苦的忧患。
§50κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο §51ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος §52ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
他隐瞒了火;但伊阿佩托斯的优秀儿子又为人类从智谋深广的宙斯那里偷回了它,藏在空心的茴香秆中,瞒过了喜弄雷霆的宙斯。
§53τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς· §54Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, §55χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, §56σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
聚集乌云的宙斯向他动怒,说道: “伊阿佩托斯之子,智慧超群的人啊,你因偷了火并欺骗了我的心而沾沾自喜,这对你自身和未来的世人都是大祸临头。
§57τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες §58τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
作为火的交换,我将给他们一个灾祸,让他们所有人在心中自得其乐,紧紧拥抱他们自己的灾祸。
§59ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
” 他这样说,人神之父哈哈大笑。
§60Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα §61γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν §62καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν §63παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην §64ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· §65καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην §66καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας· §67ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος §68Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
他命令大名鼎鼎的赫菲斯托斯尽快用水拌和泥土,并在其中注入人类的声音和力量,并把外貌塑造成像不朽的女神一样,具有美丽可爱的少女外形;又命雅典娜传授技艺,织造精美繁复的布匹;并命金色的阿芙洛狄忒在她的头上倾注妩媚和痛苦的渴望,以及折磨肉体的忧虑;至于在其中注入狗一样的灵魂和欺诈的性格,他则命令了信使、斩杀阿尔戈斯之神赫尔墨斯。
§69ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
他这样说,众神便顺从了克罗诺斯之子宙斯王。

词汇与语法注释

  1. §3ὅντε διὰ — 关系代词 ὅς 与史诗小词 τε 结合为 ὅντε,其后紧跟前置词 διά(发生倒装,anastrophe)并支配宾格,表示宙斯是因(“因他之故,通过他”)。
  2. §10ἐγὼ δέ κε ... μυθησαίμην — 由小词 κε 与第一人称单数祈愿语气(μυθησαίμην)构成的潜在祈愿语气,表示温和的陈述或意图:“我愿(对佩尔塞斯)诉说真理”。
  3. §12τὴν μέν κεν ἐπαινέσσειε νοήσας — 以关系代词 τὴν 为宾语的潜在祈愿语气句(κεν + ἐπαινέσσειε)。分词 νοήσας 起条件作用,意为“人若理解了,便会赞美她”。
  4. §29νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα — 宾格分词 ὀπιπεύοντα 和 ἐόντα 修饰第28行中的代词 σέ,逻辑主语指向佩尔塞斯。名词 ἀγορῆς 是由具有形容词性质的 ἐπακουόν 所支配的属格(“倾听广场者”)。
  5. §40ὅσῳ πλέον ἥμισυ παντός — 关系副词 ὅσῳ 是伴随比较级 πλέον 的表示“差异程度”的与格。直译为“一半比全部多(有益)多少”,反讽地表明与其不义地贪占全部,不如安分守己地拥有一半(适度的份额)。
  6. §44ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν — 由 ὥστε 引导、后接不定词 ἔχειν 及宾格主语 σε 的结果从句,表示假设性的结果:“以至于你(无需劳动)也能拥有一整年份的资产”。
  7. §60Ἥφαιστον δʼ ἐκέλευσε ... φύρειν ... θέμεν — 由命令动词 ἐκέλευσε(第60行)和后文的 ἤνωγε(第68行)所引导的一系列不定词(φύρειν, θέμεν, ἐίσκειν),以赫菲斯托斯(Ἥφαιστον)为宾格主语,构成间接引语中宙斯的命令内容。

引用这一段

赫西俄德, 工作与时日 §1-69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:1-69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。