Humanitext Reader

赫西俄德 · 工作与时日 §405-476

农具的筹备与耕作播种的要诀

第 7 段,共 12 段 · 希腊语

内容简介

赫西俄德教导珀耳塞斯如何准备农耕所需的房屋、奴隶、牲畜和农具(特别是犁和货车),并详细阐述了砍伐木材的时机、雇工的选择以及季节性耕作和播种的具体步骤。

§405οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα, §406κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, §407χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι, §408μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ, §409ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
首先要有一所房屋、一个女人和一头耕牛,这是一个女奴而非妻子,她也能跟在牛后劳作,还要在屋里把所有的工具都准备妥当,免得你去求人而遭到拒绝,使你缺少工具,从而错过了季节,耽误了农活。
§410μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν· §411οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν §412οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
也不要将工作推迟到明天或后天;因为懒惰的人不会填满他的谷仓,拖延的人也是如此;而勤勉能使事业昌盛。
§413αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
总是拖延工作的人,常常与毁灭搏斗。
§414ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο §415καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος §416Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς §417πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ §418βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων §419ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ· §420τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ §421ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·
当炽热太阳的焦灼暑气势头减弱,当威力无比的宙斯降下秋雨,人们的身体发生变化,变得更加轻盈——因为那时天狼星在注定要死的人们的头顶上,白昼里只移动片刻,而在夜晚则享受更多的份额;那时用铁器砍下的木材最不易生虫,它会将叶子落到地上,并停止发芽。
§422τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
那时要记住在这适宜的季节砍伐木材,作适时之用。
§423ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν, §424ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
砍制一个三尺长的臼,一个三肘长的杵,一个七尺长的车轴;因为这样对你非常合适。
§425εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
如果你砍成八尺长,还能从中砍出一个木槌。
§426τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
还要为十掌宽的货车砍制一个三跨宽的轮辋。
§427πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς, §428ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν, §429πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν, §430εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας §431γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
弯曲的木材有很多;当你找到时,请将犁梁带回家,无论是在山上还是在田野里寻找,要找冬青栎的木材;因为用牛耕地时它最结实,当雅典娜的仆人把它固定在犁头中,用木栓将它连接,并紧固在犁柄上时。
§432δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, §433αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
你应当在家里动手制作两张犁,一张是犁梁与犁头一体的,另一张是装配式的,因为这样要好得多。
§434εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.
如果你折断了其中一张,就可以把另一张套在牛身上。
§435δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες, §436δρυὸς ἔλυμα, γύης πρίνου·
月桂树或榆树的木材最不易生虫,最适合做犁柄,犁头用橡木,犁梁用冬青栎。
βόε δʼ ἐνναετήρω §437ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν, §438ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
要获得两头九岁的雄牛,因为它们的力量不会轻易耗尽,正值壮年;它们最适合耕作。
§439οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον §440ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
它们不会在犁沟中争斗,折断犁,并把未完成的工作丢在原地。
§441τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο §442ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον, §443ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι, §444μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ §445θυμὸν ἔχων·
应当有一个四十岁的健壮男子跟在它们后面,他吃过分成四块、有八口大小的硬面包,他专心工作,能犁出笔直的犁沟,不再向同伴们张望,而是把心思放在工作上。
τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων §446σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
没有比他更年轻的人更擅长撒播种子、避免重复播种了。
§447κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.
因为年轻的男子在同伴中容易心神不定。
§448φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς §449ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης· §450ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην §451δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·
当你听到鹤的叫声时,请注意,它是年复一年地从高空的云端发出啼鸣;它带来了耕作的信号,预示着多雨的冬季的到来;这声音刺痛了没有牛的人的心。
§452δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας· §453ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
那时,就要在家里好好喂养那些角弯曲的牛;因为说一句“请借给我两头牛和一辆货车”很容易,但拒绝也很容易:“我的牛有活要干。
§454ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν. §455φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, §456νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης, §457τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
” 自以为富有的愚蠢之人说他要制造一辆货车,却不知道:一辆货车需要一百块木材,必须事先做好准备,将它们存放在家里。
§458εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ, §459δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς §460αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην, §461πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
当凡人第一次看到耕作的时刻,那时你和仆人们要一起行动起来,在耕作的季节,不论干地湿地一律犁耕,清晨大行催促,好让你的田地满载收获。
§462ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.
春天耕地;夏天翻耕的闲田不会欺骗你。
§463νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· §464νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
乘闲田泥土还松软时播种;闲田能防备灾荒,抚慰饥饿的孩子。
§465εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, §466ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, §467ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης §468χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι §469ἔνδρυον ἑλκόντων μεσάβων.
应当向地下宙斯和纯洁的德墨忒尔祈祷,使德墨忒尔的神圣谷物长得沉甸甸,当你开始耕作时,当你用手握住犁柄的末端,用刺棒敲击拉着轭栓前进的牛群的背部时。
ὁ δὲ τυτθὸς ὄπισθε §470δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη §471σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη §472θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
一个年轻的奴隶要在后面跟着,手里拿着锄头,把种子盖上,给鸟儿制造麻烦;因为条理井然对凡人来说是最好的,而杂乱无章则是最坏的。
§473ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, §474εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, §475ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα §476γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
这样,麦穗就会因饱满而向地面低垂,只要奥林匹斯神本人在最后赐予一个好结局;你将从器皿中驱除蜘蛛网,我希望你会因享用家里储存的生计而感到欢欣。

词汇与语法注释

  1. 406κτητήν, οὐ γαμετήν — 意为“购买来的女奴,而非妻子”。如同“房屋”(οἶκον)和“公牛”(βοῦν)一样,这里的女性被视作需要获取的财产。此处省略了表示获取的动词(例如 κτήσασθαι),随后的 ἥτις 加上希求法(ἥτις... ἕποιτο)表示某种特征或目的。
  2. 408μή — 引导一个表示担忧或否定目的的从句,依赖于第407行中具有命令语气的不定式 ποιήσασθαι。它支配着虚拟语气动词(αἰτῇς, ἀρνῆται, τητᾷ, παραμείβηται, μινύθῃ),意为“免得……”。
  3. 422ὑλοτομεῖν μεμνημένος — 不定式 ὑλοτομεῖν 在此作命令式使用(“记住要砍伐木材”)。它伴随着完了时分词 μεμνημένος(源自 μνάομαι,意为“心存、记住”)。ὥρια ἔργα 作该不定式的直接宾语。
  4. 433αὐτόγυον καὶ πηκτόν — 指两种类型的犁。αὐτόγυον 是指犁梁(γύης)与犁头(ἔλυμα)由一整块天然弯曲的木材制成的犁;πηκτόν 则是指通过将各个独立的部件拼接装配而成的犁。
  5. 457τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι — 针对前文提到的“百块木材”(属格复数 τῶν 指代第456行的 δούρατʼ),史诗式不定式 ἐχέμεν 在此用作命令式(“必须加以留心”),随后跟着另一个表示目的或结果的不定式 οἰκήια θέσθαι(“以便存放在家里”)。

引用这一段

赫西俄德, 工作与时日 §405-476. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:405-476

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。