§548ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος §549ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις· §550ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, §551ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ §552ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι §553πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
清晨,从繁星点点的天空中落下的湿润雾气弥漫在地上,给生机盎然的诸神(或受福之人)的耕地带来滋养作物的湿气;它从源源不断的河流中汲取水分,被暴风高高吹离地面,有时在傍晚降雨,有时在特拉基亚北风激荡厚密云层时呼啸而过。
§554τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι, §555μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, §556χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.
赶在这(雾气)之前完成工作回家,免得天空中的阴云将你笼罩,打湿你的身体,淋透你的衣裳。
§557ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος, §558χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.
应当避开它;因为这个月最是艰难,严寒刺骨,对羊群和人类都非常残酷。
那时,给牛的饲料减半,但给人的口粮应当增加;因为漫长的夜晚是(休息和体力恢复的)极佳帮手。
§561ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν §562ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις §563γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
在一年圆满结束之前,要用心遵守这些规则,使昼夜重新等长(并依此调整食物分配),直到万物之母的大地再次产下各种混杂的果实。
§564εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο §565χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ §566Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο §567πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
当冬至过后的六十天,宙斯结束了冬季的日子,那时,大角星离开大洋神圣的溪流,首次在黄昏时分闪闪发光地升起。
紧随其后,潘狄翁那发出哀鸣的女儿——燕子,在春天的序幕中,向着凡人的光芒飞来。
§570τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.
赶在她到来之前剪枝葡萄,因为这样更好。
§571ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ §572Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων· §573ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν· §574φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον §575ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.
当背着家的家伙(蜗牛)为了躲避昴星团,从地面爬上植物时,那时便不再是耕刨葡萄树的时候了;应当磨利你的镰刀,唤醒你的奴隶;在收割的季节,当太阳晒干皮肤时,要避开阴凉的座位,不要睡到天亮。
那时要赶紧把收成的果实运回家,黎明即起,好让你的生计宽裕。
§578ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, §579ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου, §580ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου §581ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
因为清晨能分担三分之一的工作,清晨能促进你的行程,也能促进你的工作,清晨一出现,就让许多人踏上旅途,并给许多牛套上轭。
§582ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ §583δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν §584πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, §585τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, §586μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες §587εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, §588αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος·
当菜蓟开花,鸣蝉栖息在树上,从双翼之下倾泻出连绵而清脆的歌声时,在令人疲惫的夏季,那时山羊最肥,葡萄酒最美,妇女最放荡,而男人最无力,因为天狼星烤焦了头部和膝盖,皮肤因炎热而干燥。
ἀλλὰ τότʼ ἤδη §589εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, §590μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, §591καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης §592πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον, §593ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, §594ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, §595κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,
但就在那时,愿你有岩石的阴凉和比布洛斯的葡萄酒,凝乳饼和停止哺乳的山羊奶,还有在林中吃草、尚未产仔的母牛肉,以及初胎的小山羊肉;并饮用闪光的红酒,坐在阴凉处,饱餐一顿,迎着吹拂的西风,在源源不断、流淌清澈的泉水旁。
§596τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
倒入三份水,第四份倒入美酒。
§597δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν §598δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος, §599χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
督促奴隶们在猎户座的威力初现时,扬打德墨忒尔神圣的谷物,在通风良好且平整圆滑的打谷场上。
§600μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ §601πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου, §602θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον §603δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος· §604καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου, §605μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.
用量器量好并装入容器中;但是当你把所有维持生活的粮食都妥善存放在屋里时,那么我吩咐你,去寻找一个无家可归的雇工和一个没有孩子的女工;因为带奶娃的女工非常麻烦;还要养一只牙齿锋利的狗,不要吝惜它的食物,免得白天睡觉的盗贼夺走你的财产。
运进干草和碎草,好让你有充足的饲料喂养牛和骡子。
αὐτὰρ ἔπειτα §608δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
然后,让奴隶们休养他们亲爱的膝盖,并卸下双牛的轭。
§609εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ §610οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς, §611ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς· §612δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας, §613πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι §614δῶρα Διωνύσου πολυγηθέος.
当猎户座和天狼星走到天空中天,玫瑰色手指的黎明凝望大角星时,噢,珀耳塞斯,那时要把所有的葡萄串采摘回家;在阳光下暴晒十天十夜,阴干五天,第六天将充满欢乐的狄奥尼索斯的恩赐汲入容器中。
αὐτὰρ ἐπὴν δὴ §615Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος §616δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι §617ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
但是,当昴星团、毕星团和强力的猎户座落下时,那时便要记住适时地耕作;充实的一年便会在地底下顺利运转。
§618εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
但如果对险恶航海的渴望攫住了你,