§808πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος §809ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν §810ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
荒凉的海洋与星光璀璨的天空的,一切的源头与边界依次排列着,它们凄惨而潮湿,连神明们也为之厌恶。
§811ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς §812ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς, §813αὐτοφυής·
在那里有闪亮的门户与青铜的门槛,动摇不得,由延绵不绝的根基所固定,乃是自然生成。
πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων §814Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
在此之前,远离所有神明的地方,提坦们居住着,在阴暗的混沌彼方。
§815αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι §816δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις, §817Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα §818γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, §819δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
然而,雷霆大作的宙斯的著名盟友们,居住在俄刻阿诺斯底座之上的殿堂里,即科托斯与居厄斯;至于健壮的布里阿瑞俄斯,声音沉重的大地轰鸣者使他成为自己的女婿,并把自己的女儿屈摩波勒亚赐给他为妻。
§820αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, §821ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη §822Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
然而,当宙斯将提坦们从天空中驱逐之后,巨大的盖亚生下了她最小的孩子堤福俄斯,在黄金阿佛洛狄忒的引导下,通过与塔尔塔罗斯交合。
§823οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι, §824καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων §825ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, §826γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων §827θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν· §828πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
他的双手确实充满力量,用以施行伟业,强力之神的神足也永不疲倦;而从他的双肩上,生生出了一百个蛇头,那是可怕的巨龙,吐着暗淡的舌头,在他的双眼之中,在那些奇异头颅的眉毛之下,闪烁着火焰;每当他注视时,所有头颅中便燃起熊熊烈火。
§829φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι §830παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ §831φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε §832ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, §833ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, §834ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι, §835ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.
在所有那些可怕的头颅中都有声音,发出各种不可名状的音调;因为有时它们发出神明能够听懂的话语,而另一些时候则是狂啸不止、力量无匹、声音豪迈的公牛之鸣,有时又是怀着无情心性的猛狮咆哮,有时又像幼犬般狂吠,听来甚是怪异,有时又发出咝咝的声响,使巍峨的大山在下方回响。
§836καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ §837καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, §838εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
此时,若非人类与神明之父敏锐地发觉,那一日便会铸成无法挽回的局势,他也已统治了凡人与不灭之神。
§839σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα §840σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε §841πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
宙斯震怒地击出震耳欲聋的惊雷,四周的大地发出可怕的回响,上方宽广的天空、海洋、俄刻阿诺斯的河流以及大地的塔尔塔罗斯也莫不回鸣。
在霍然起立的主宰那不灭的双足之下,宏伟的奥林波斯震颤不已;大地亦在下方呻吟。
§844καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον §845βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου, §846πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
双方散发的炙热充斥着紫罗兰般幽暗的海洋:那是雷鸣与闪电、那头巨怪身上喷出的烈火、灼热的狂风以及熊熊燃烧的霹雳。
§847ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα· §848θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ §849ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
大地万物、天空与海洋皆尽沸腾;在不灭之神的猛烈冲击下,巨大的波涛在海岸四周翻滚汹涌,激起无法遏制的剧烈震荡。
§850τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, §851Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες, §852ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
统治着地下亡魂的哈迪斯惊恐颤栗,居于塔尔塔罗斯深处、环绕在克罗诺斯身旁的提坦们也战栗不止,因这无法遏制的喧嚣与可怕的厮杀而战栗。
§853Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα, §854βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, §855πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας §856ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
随后宙斯聚集起全身的力量,执掌起他的武器—— 雷鸣、闪电与灼热的霹雳,他从奥林波斯跃下并奋力一击,将这可怕巨怪所有奇异的头颅尽数烧毁。
当他用连番重击将堤福俄斯彻底降伏,后者肢体残损地倒了下去,巨大的大地也随之哀鸣。
§859φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος §860οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, §861πληγέντος.
从那遭受雷击的主宰身上,烈焰喷涌而出,在那座被击中的山峦深邃、险峻的峡谷之中。
πολλὴ δὲ πελώρη καίετο γαῖα §862ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς §863τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι §864θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν. §865οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ §866τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
广袤的大地被这奇异的灼热蒸汽大面积烧毁,熔化开来,就如同在工匠精巧凿通的坩埚中被加热熔化的锡一般,又或是那最为坚硬的铁,在山谷之中被烈火征服,在神圣的大地深处,于赫淮斯托斯的双手下熔化一般。
§867ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
大地就是这样在熊熊烈火的闪耀下熔化了。
§868ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
宙斯在心中满怀怒火,将他打入了宽广的塔尔塔罗斯。
§869ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, §870νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο· §871οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ· §872οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
自堤福俄斯身上,产生了吹拂湿润微风的狂风之力,但南风(诺托斯)、北风(玻瑞阿斯)以及带来晴空的西风(仄费罗斯)除外;这几股风确实源于神圣的世系,对凡人而言是巨大的恩惠;而其余的风则是无规则的狂风,吹袭击在海洋之上。
§873αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον, §874πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ· §875ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας §876ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ §877ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
它们坠入阴暗的海洋之中,成为凡人的巨大灾殃,以恶毒的暴风肆虐;它们在不同的时刻交替吹袭,吹散船只,毁灭水手;而对于在海面上遭遇它们的凡人而言,这灾祸根本无法抵御。
§878αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν §879ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων §880πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
不仅如此,即使在无垠而花卉盛开的大地上,它们也摧毁着尘世中凡人美好的劳动成果,使其充斥着尘土与凄惨的喧嚣。
§881αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
然而,当幸福的神明们完成了他们的劳苦,