Humanitext Reader

赫西俄德 · 神谱 §734-807

塔尔塔罗斯的深渊与斯堤克斯之誓

第 11 段,共 14 段 · 希腊语

内容简介

文本详细描绘了塔尔塔罗斯的深处:百手巨人的住所与天地万物的终极边界、托举天空的阿特拉斯、昼夜交替的运动、睡眠与死亡的居所、刻耳柏洛斯守卫的哈迪斯殿堂,以及作为众神誓言载体的斯堤克斯河及其对违誓者的严厉惩罚。

§734ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος §735ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
在那里,居厄斯、科托斯与心胸宽广的奥布里阿瑞俄斯居住着,他们是携盾宙斯的忠实守卫。
§736ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος §737πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος §738ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν §739ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
在那里,黑暗的大地、幽暗的塔尔塔罗斯、荒凉的海洋以及星光璀璨的天空,一切的源头与边界依次排列着,它们凄惨而潮湿,连神明们也为之厌恶。
§740χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν §741οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, §742ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ §743ἀργαλέη·
那是一个巨大的深渊,若有人首先进入了那大门之内,纵使度过一整年,也无法到达底部;相反,凄惨的狂风会将他接连不断地吹向四方。
δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι §744τοῦτο τέρας.
这景象即使对不灭的神明而言也是可怕的奇观。
Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ §745ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
阴暗黑夜的可怕住所耸立着,被青黑色的云雾所笼罩。
§746τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν §747ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν §748ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι §749ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν §750χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
在这之前,伊阿佩托斯之子站立着,托举着宽广的天空,用他的头颅和不知疲倦的双臂坚定不移地,在那里,黑夜与白昼走近并相互致意,在交替跨越那巨大的青铜门槛时;一者进入其中,另一者则走向门外。
§751ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, §752ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα §753γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα §754μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
这居所绝不会同时将两者禁锢在内,而总是其中一者在居所之外巡游大地,另一者则在居所之内静候,直到自己启程的时刻到来。
§755ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, §756ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο. §757Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
一者为地上的凡人带来普照的光明,另一者则在双手中抱着死神的兄弟睡眠,那便是毁灭一切的黑夜,被阴暗的云雾所笼罩。
§758ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν, §759Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς §760Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν §761οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
在那里,阴暗黑夜的孩子们,可怕的神明睡眠与死亡,拥有着他们的住所;无论闪耀的太阳升上天空,还是自天际落下,都绝不会用光芒照见他们。
§762τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης §763ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, §764τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ §765νηλεὲς ἐν στήθεσσιν·
他们中的一者静静地巡游于大地和辽阔的大海之上,对人类温柔和善;而另一者胸中却有着铁石心肠,以及青铜般无情的灵魂。
ἔχει δʼ ὃν πρῶτα λάβῃσιν §766ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
一旦捕获了人类中的任何一个,他便绝不松手,即使对不灭的神明而言他也是仇敌。
§767ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες §768ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
在那里,伫立着冥界神明——强有力的哈迪斯与可怕珀耳塞福涅那发出回响的殿堂。
§769ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει §770νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας §771σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, §772ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων §773ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
在殿堂前,一只可怕、无情的恶犬守卫着,它有着恶毒的伎俩:对进入者,它会友好地摇动尾巴和双耳;但它绝不允许任何人再次走出去,而是静静潜伏,将任何试图走出门外的人捕获并吞食。
§775ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, §776δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο §777πρεσβυτάτη·
在那里,居住着令不灭神明们嫌恶的女神,可怕的斯堤克斯,她是逆流的俄刻阿诺斯的长女。
νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει §778μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη §779κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
她远离众神,居住在被高耸巨石覆盖的显赫殿堂里,其四周由银色的柱子支撑直达天际。
§780παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις §781ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
陶玛斯之女、捷足的伊里斯极少作为使者飞越辽阔的大海。
§782ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται §783καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων, §784Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι §785τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ §786ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο §787ὑψηλῆς·
每当不灭的神明之间产生争执与不和,若有居住在奥林波斯殿堂的某人撒谎,宙斯便会派伊里斯从远方带来众神伟大的誓言,用黄金水罐装载那著名的冷水,它自高耸、陡峭的巨石上滴落。
πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης §788ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν §789Ὠκεανοῖο κέρας·
在宽阔的大地之下,它从神圣的河流出发,流经黑夜,流淌不息,作为俄刻阿诺斯的分流。
δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται· §790ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης §791δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, §792ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
其十分之一被分配出来:其中九份围绕着大地和辽阔的大海,在银色的漩涡中汇入咸水,而那仅剩的一份自巨石流出,成为众神巨大的灾殃。
§793ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ §794ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, §795κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· §796οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον §797βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος §798στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
居住在白雪皑皑的奥林波斯山巅的不灭神明中,若有人倾倒此水并立下虚假誓言,便将毫无气息地躺下,直到一整年过去;他绝不能靠近仙馔美酒,而是毫无呼吸、无法言语地躺在铺好的床榻上,可怕的昏迷将他罩住。
§799αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, §800ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
然而,当他在一整年结束、病痛消除时,另一个更艰难的考验将接踵而至。
§801εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, §802οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας §803ἐννέα πάντα ἔτεα·
在整整九年里,他将被永生的众神所隔绝,绝不能参加会议,也无法参与宴席,在整整九年里。
δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις §804εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
直到第十年,他才能再次加入拥有奥林波斯殿堂的不灭神明的集会。
§805τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ §806ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
众神便将斯堤克斯这不灭而古老的水立为如此的誓言,它流经一片荒凉险峻之地。
§807ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
在那里,黑暗的大地与幽暗的塔尔塔罗斯……

词汇与语法注释

  1. 741οὐδέ κε... ἵκοιτʼ, εἰ... γένοιτο — 由条件从句 `εἰ... γένοιτο`(希求语气过去时)与主句 `οὐδέ κε... ἵκοιτʼ`(`κε` + 希求语气)构成的可能条件句(potential conditional)。意为“即使最初进入了门内,也无法在整整一年内到达底部”,以此强调塔尔塔罗斯深渊那难以估量的深度。

引用这一段

赫西俄德, 神谱 §734-807. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:734-807

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。