§882Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι, §883δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν §884Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν §885ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
当他们凭武力与提坦们决出特权的归属时,就在那时,在大地的劝告下,他们敦促声音宏亮的奥林波斯主宰宙斯成为不灭神明的王并统治他们;而宙斯则为他们分配了各自的特权。
神王宙斯迎娶了墨提斯作为他的第一位妻子,她在神明与凡人之中知晓最多。
§888ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην §889τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας §890αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν §891Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
但当她正准备生下明眸女神雅典娜时,就在那时,宙斯用诡计欺骗了她的心,用甜言蜜语将她吞入了自己的腹中,这是遵照大地和星光璀璨的乌拉诺斯的劝告。
因为他们二人曾向他如此建言,以免在常生神明中有其他神明代替宙斯掌握王权。
§894ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι· §895πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν §896ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
因为注定从她将会生出极其聪慧的孩子:首先是明眸少女特里托革内亚,她拥有与父亲相等的精力和贤明的智慧。
§897αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν §898ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα· §899ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, §900ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
但此后,她原本将生下一个儿子,成为神明与人类之王,拥有超凡刚强的心灵;但在此之前,宙斯便将她吞入了自己的腹中,以便这位女神能够向他指示善与恶。
§901δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, §902Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν, §903αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι, §904Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς, §905Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι §906θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
第二,他娶了光彩照人的忒弥斯,她生下了霍赖,即阿诺米亚与迪刻,以及繁荣的埃瑞涅,她们为凡人守护劳动成果,以及摩伊赖,聪慧的宙斯赋予了她们至高的荣誉,即克洛托、拉克西丝和阿特罗波斯,她们赋予凡人以善与恶。
§907τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους, §908Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, §909Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν· §910τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων §911λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.
俄刻阿诺斯的女儿,拥有迷人身姿的欧律诺墨,为他生下了三位面颊美丽的卡里斯,即阿格莱亚、欧佛洛绪涅和可爱的塔利亚;她们注视时,从眼睑中流出令人消魂的爱意,她们在眉毛下美丽地注视着。
§912αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, §913ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς §914ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.
随后,他来到了哺育万物的德墨忒尔的床榻,她生下了白臂的珀耳塞福涅,冥王艾多纽斯将她从母亲身边夺走,而聪慧的宙斯应允了此事。
§915μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, §916ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο §917ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
随后他又爱上了美发的姆涅莫绪涅,从她那里为他生下了九位头戴金带的缪斯,她们喜爱宴乐和歌唱的欢愉。
§918Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, §919ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, §920γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
勒托生下了阿波罗和射箭的阿尔忒弥斯,这是在所有天神中都极为可爱的后代,她是与执掌埃癸斯的宙斯在爱中结合而生。
§921λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν· §922ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε §923μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
最后,他迎娶了繁茂的赫拉为正妻;她与神明和人类之王在爱中结合,生下了赫柏、阿瑞斯和埃勒提亚。
§924αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν §925δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην §926πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε, §927Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα §928γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ, §929ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
而宙斯自己则从头颅中生出了明眸的特里托革内亚,她是可怕的、唤醒战斗的、率领军队的、不屈不挠的、尊贵的女神,她喜爱喧嚣、战争与搏斗;然而赫拉在没有结合的情况下,生下了赫淮斯托斯,她极其愤怒,并与丈夫争吵,赫淮斯托斯在手艺上超越了所有的天神。
§929aἭρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
但赫拉极其愤怒,并与丈夫争吵。
§929bἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν §929cἭφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο, §929dἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων· §929eαὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο §929fκούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ, §929gἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
在这场争吵中,她生下了一个显赫的儿子赫淮斯托斯,未曾与执掌埃癸斯的宙斯交合,他在手艺上超越了所有的天神;但宙斯在赫拉之外,与俄刻阿诺斯和美发的特堤斯的美颊女儿同床共枕,欺骗了墨提斯,尽管她极为聪慧。
宙斯用双手抓住她,将她吞入了自己的腹中,害怕她会生出比雷霆更强的人。
§929jτοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων §929kκάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην §929lκύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε §929mπὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
因此,高高在上、居住在太虚中的克罗诺斯之子突然吞下了她;而她随即怀上了帕拉斯·雅典娜;人类与神明之父在特里托河畔,从自己的头颅中将她生下。
§929nΜῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα §929oἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων §929pπλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων, §929qἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων §929rἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν, §929tσὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
而墨提斯则潜藏在宙斯的脏腑之下,她是雅典娜的母亲,正义的缔造者,在神明和凡人之中知晓最多;在那里,女神从她那里接过了战争的武器,凭此,雅典娜在手艺上超越了所有拥有奥林波斯居所的不灭神明,宙斯与她一同生下了身披战甲的雅典娜。
§930Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου §931Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης §932πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι §933ναίει χρύσεα δῶ, δεινὸς θεός.
从安菲特里忒和震耳欲聋的大地轰鸣者那里,诞生了威力宽广的伟大特里同,他拥有海洋的深处,在亲爱的母亲和主宰父亲身边居住在黄金殿堂里,是一位可怕的神。
αὐτὰρ Ἄρηι §934ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε §935δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας §936ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ, §937Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
而对于穿透盾牌的阿瑞斯,库忒瑞亚生下了恐惧和害怕,他们是可怕的神,与毁灭城市的阿瑞斯一起,在寒冷刺骨的战争中使人类密集的方阵陷于混乱,还有哈耳摩尼亚,高傲的卡德摩斯娶她为妻。
§938Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
阿特拉斯之女迈亚为宙斯生下了光荣的赫尔墨斯,