Humanitext Reader

赫西俄德 · 神谱 §76-147

九位缪斯的赐福与天地诸神的诞生

第 2 段,共 14 段 · 希腊语

内容简介

诗人列举了九位缪斯的名字,并描述了她们赐予王公和诗人的礼物。随后,宇宙起源以卡俄斯为开端,讲述了大地盖亚及其后代(包括提坦诸神和独眼巨人)的诞生。

§76ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, §77Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε §78Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε §79Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
伟大的宙斯所生的九个女儿,克利俄、欧忒耳佩、塔利亚和梅尔波墨涅,忒耳普西科柔、埃拉托、波吕许姆尼亚和乌拉尼亚,以及卡利俄佩;而在所有人中她是最高贵的。
§80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
因为她也伴随在受人尊敬的王们身旁。
§81ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο §82γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, §83τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, §84τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ §85πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας §86ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων §87αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
凡是伟大宙斯的女儿们所器重,并在神圣抚育的王中看着他出生的,她们就在他的舌头上浇下甘甜的露水,他的口中便流出柔和的言辞;而所有的人民都注视着他,看他如何以正直的审判裁决法度;他确凿地发表言论,即使是巨大的争端也能立刻巧妙地平息。
§88τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς §89βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι §90ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
因为这正是贤明的王们存在的理由,因为当人民在集会广场中蒙受损失时,他们能轻易地予以挽回,用温和的话语进行劝说。
§91ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται §92αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· §93τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
当他走过集会时,人们像对待神明一样用温和的敬意取悦他,他在聚集的人群中格外显眼;这就是缪斯赐给人类的神圣礼物。
§94ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος §95ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, §96ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι §97φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
因为通过缪斯和远射的阿波罗,歌者和琴手得以存在于大地上,而从宙斯那里产生了王;被缪斯们宠爱的人是幸福的;甘甜的声音从他口中流出。
§98εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ §99ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς §100Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων §101ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, §102αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων §103μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
因为即使有人因新近的悲伤而怀着忧愁的心灵,在痛苦中感到内心焦灼,但只要作为缪斯侍从的歌者,歌颂昔日人类的光辉事迹以及占领奥林匹斯的福乐众神,他便会立刻忘记烦恼,也不再记起任何忧虑;女神们的礼物迅速转移了他的视线。
§104χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
欢呼吧,宙斯的孩子们,赐予我迷人的歌声吧。
§105κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, §106οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, §107Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
颂扬那永生不灭的不朽神明的神圣一族,他们诞生自大地和繁星闪烁的天空,以及黑暗的夜,还有那由咸涩深海所抚育的神明。
§108εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο §109καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, §110ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
且叙说起初神明和大地是如何产生的,还有河流和那在波涛中汹涌的无边深海,以及闪耀的星辰和上方宽广的天空。
§112ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο §113ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
以及他们如何瓜分财富,如何分配荣耀,还有他们起初是如何占领了多重褶皱的奥林匹斯。
§114ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι §115ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
缪斯们,拥有奥林匹斯宫殿的女神们,请对我讲述这些,从起初开始,并告诉我其中哪一个最先产生。
§116ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα §117Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ §119Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, §120ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, §121λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων §122δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
诚然,最先产生了卡俄斯,紧接着宽胸的大地,她是所有众生永远稳固的住所,还有那在宽广道路之大地深处的迷雾茫茫的塔尔塔罗斯,以及厄洛斯,他在不朽的神明中最为美丽,他使肢体瘫软,在所有神明和所有人类的胸中,制服其心智与明智的决断。
§123ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· §124Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, §125οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
从卡俄斯中产生了厄瑞玻斯和黑夜;而从夜中又产生了埃忒尔和白昼,她们是她与厄瑞玻斯在爱中结合,受孕并产下的。
§126Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ §127Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι, §128ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
大地首先孕育了与她自己同等大小的繁星闪烁的天空,好让他将她全部覆盖,以便成为福乐神明们永远稳固的住所。
§129γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, §130Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
她还孕育了高耸的山脉,那是神明们优美的居所,即居住在多谷山林中的宁芙们。
§131ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, §132Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα §133Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην, §134Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε §135Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε §136Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
她又孕育了无法收获的、在波涛中汹涌的深海,蓬托斯,这并未经过令人向往的结合;然而在此之后,她与天空共枕,孕育了深层漩涡的俄刻阿诺斯,以及科俄斯、克利俄斯、许珀里翁和伊阿佩托斯,还有忒亚、瑞亚、忒弥斯和摩涅莫辛涅,以及戴着黄金冠冕的福玻斯和可爱的忒堤斯。
§137τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, §138δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
在他们之后诞生了最年幼的、足智多谋的克罗诺斯,孩子们中最可怕的一个;他憎恨他那生机勃勃的父亲。
§139γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, §140Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, §141οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
她还孕育了怀着强暴之心的独眼巨人,即布隆特斯、斯特罗佩斯和勇猛的阿尔格斯,他们将雷电送给宙斯,并制造了闪电。
§142οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, §143μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
他们在其他方面确实与神明相似,只是额头中央长着独一的一只眼睛。
§144Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων §145κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· §146ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
他们之所以被称为独眼巨人,是因为在他们额头中央长着一只圆形的眼睛;他们的工作充满力量、强暴与技巧。
§147ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
随后,又有一些其他的孩子由大地和天空所生……

词汇与语法注释

  1. §79ἁπασέων — 阴性复数属格,用作与最高级形容词 προφερεστάτη 连用的部分属格(或比较属格),表示“她在她们所有人中最为杰出”。
  2. §81ὅν τινα τιμήσωσι — 引导一般条件从句的关系代词从句。在此处,虚拟语气(τιμήσωσι 以及下一行的 ἴδωσι)在没有语气小词 ἄν 的情况下直接使用,这是早期史诗诗歌中常见的句法特征。
  3. §127ἵνα μιν περὶ πάντα καλύπτοι — 由目的连词 ἵνα 引导的从句。由于主句动词为过去时(不定过去时 ἐγείνατο),因时态呼应(过去虚拟)而采用了祈愿语气(καλύπτοι)。代词 μιν 指代盖亚(阴性单数宾格)。

引用这一段

赫西俄德, 神谱 §76-147. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:76-147

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。