§1Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν, §2αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε §3καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν §4ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
让我们从赫利孔的缪斯开始歌唱,她们占有着赫利孔那巨大而神圣的山,在紫罗兰色的泉水旁用温柔的足舞动,环绕着克罗诺斯那强力之子的祭坛。
§5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο §6ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο §7ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο §8καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.
她们在佩尔梅索斯溪流或马泉、或神圣的奥尔梅奥斯洗净她们柔嫩的肌肤,在赫利孔的最顶峰举办了美丽而迷人的舞蹈;她们用双足轻快地踩着步子。
§9ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, §10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, §11ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην §12Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, §13κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην §14Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν §15ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, §16καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην §17Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην §18Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην §19Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην §20Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν §21ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
从那里出发,披着浓浓的雾气,她们在夜间行进,发出极美的声音,歌颂着手持神盾的宙斯和高贵的赫拉阿尔戈斯的赫拉,她穿着黄金的凉鞋,以及手持神盾的宙斯之女,闪亮眼睛的雅典娜,和福玻斯·阿波罗,以及喜好箭术的阿耳忒弥斯,还有怀抱大地的、震动大地的波塞冬,还有受人尊敬的忒弥斯,和转睛顾盼的阿佛洛狄忒,还有戴着黄金冠冕的赫柏和美丽的狄俄涅,勒托、伊阿佩托斯,以及足智多谋的克罗诺斯,还有黎明、伟大的太阳和明亮的月亮,还有大地、伟大的大洋和黑夜,以及其他永生不灭的神圣一族。
她们曾教导赫西俄德美丽的歌声,就在他在神圣的赫利孔山下牧羊的时候。
§24τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, §25Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· §26ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον, §27ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα, §28ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
女神们首先对我说出了这番话,奥林匹斯的缪斯,手持神盾的宙斯之女们: “田野上的牧人们,耻辱的家伙,仅仅是肚子,我们知道如何说许多看似真理的谎言,但我们也知道,只要我们愿意,如何吐露真理。
§29ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι· §30καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον §31δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
” 伟大宙斯的女人们,言辞确凿的女儿们这样说;她们交给我一根手杖,是折自繁茂月桂树的枝条,这枝条令人瞩目;她们吹入我神圣的歌喉,好让我歌唱未来的事和过去的事。
§32θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. §33καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
她们命令我赞美永生不灭的福乐神明一族,并始终最先和最后歌唱她们自己。
§34σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
可是,为什么我要把时间花在这些关于橡树和岩石的话上?
§35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; §36τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ §37ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, §38εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, §39φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ §40ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς §41Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ §42σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου §43δώματά τʼ ἀθανάτων.
来吧,让我们从缪斯开始,她们为父亲宙斯在奥林匹斯内部,用歌声取悦他伟大的心,讲述着现在的事、未来的事和过去的事,用声音和谐共鸣;她们不倦的声音流淌出来,从口中流出甘甜;她们父亲的宫殿雷霆轰鸣的宙斯之宫,在女神们百合般清脆的声音散开时,因喜悦而欢笑;积雪的奥林匹斯山顶也在回响,不朽神明的宫殿亦然。
αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι §44θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ §45ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, §46οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
她们发出不朽的声音,首先在歌声中称颂受人尊敬的神明一族,从起初,即盖亚和宽广的乌拉诺斯所生,以及由他们所生的神明,恩赐良善之物者。
§47δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, §48ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, §49ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
其次,她们赞美神明与人类之父宙斯,在歌唱的开始和结束时赞美他,他在神明中是何等优越,力量何等巨大。
§50αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων §51ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου §52Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
随后,她们赞美人类的血脉和强壮的巨人族,通过歌唱取悦在奥林匹斯内宙斯的心,奥林匹斯的缪斯,手持神盾的宙斯之女们。
§53τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα §54Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, §55λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
在皮埃里亚,掌管埃勒乌泰尔丘陵的摩涅莫辛涅与父亲克罗诺斯之子结合,生下了她们,作为对灾祸的遗忘和对忧虑的休息。
§56ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς §57νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων· §58ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι §59μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, §60ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ §61μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, §62τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
实际上,深谋远虑的宙斯在九个夜晚里与她结合,避开不朽的神明,登上她神圣的床榻;但是,当一年过去,四季轮转,随着月亏,许多日子圆满结束,她生下了九个同心同德的女儿,歌唱是她们心中的关切,她们拥有无忧无虑的心,就在离积雪的奥林匹斯最高峰不远的地方。
§63ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
那里有她们灿烂的舞蹈场和美丽的宫殿。
§64πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν §65ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι §66μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ §67ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
她们身旁,美惠三女神和欲念拥有府邸,沉浸在宴乐中;她们从口中发出可爱的声音,歌唱,赞美所有不朽神明的法则和尊贵的习惯,发出令人倾倒的声音。
§68αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, §69ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα §70ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει §71νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει, §72αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν, §73κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα §74ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
那时,她们带着美丽的声音和不朽的歌声迈步走向奥林匹斯;黑色的土地在周围回响伴着她们的歌声,从足下升起可爱的足音,随着她们走向父亲;他统治着天宇,亲自掌握雷霆与灼热的闪电,凭力量击败了父亲克罗诺斯;他妥善地将万事同等地分配给不朽的神明,并规定了其荣耀。
§75ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
正是这些事,拥有奥林匹斯宫殿的缪斯们在歌唱,