Humanitext Reader

ヘシオドス · 神統記 §76-147

九人のムーサの恩恵と世界の創成

2 / 14 箇所 · ギリシア語

要旨

九人のムーサたちの名前と、彼女たちが王や詩人に授ける恩恵について語る。続いて、カオスから始まる世界の根源的な誕生と、ガイアとウラノスから生まれたティタンたちやキュクロプスたちの誕生を歌う。

§76ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, §77Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε §78Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε §79Καλλιόπη θʼ·
大いなるゼウスから生まれた九人の娘たち、クレイオ、エウテルペ、タレイア、メルポメネ、テルプシコラ、エラト、ポリュムニア、ウラニア、そしてカリオペ。
ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
彼女こそはすべての中で最も優れている。
§80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
彼女は敬うべき王たちとも行動を共にするからである。
§81ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο §82γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, §83τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, §84τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα·
大いなるゼウスの娘たちが敬い、ゼウスに育まれた王たちのうちで、生まれるのを見届ける者には、その舌の上に彼女らは甘い露を注ぎ、その口からは心地よい言葉が流れ出る。
οἱ δέ τε λαοὶ §85πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας §86ἰθείῃσι δίκῃσιν·
すると民は皆彼を見つめる、彼がまっすぐな裁きによって法を裁定するのを。
ὃ δʼ ἀσφαλέως ἀγορεύων §87αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
彼は確かな弁舌をもって大いなる紛争をも忽ち巧みに静めてしまう。
§88τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς §89βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι §90ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
というのも、思慮深い王たちが存在する理由は、民が集会所で害を被っているときに、形勢を逆転させる仕事を穏やかな言葉で説得しながら、容易に成し遂げるからである。
§91ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται §92αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
また彼が集会所を歩けば、人々は神に対するように和やかな敬意をもって彼をなだめ、集まった人々のなかで彼は際立つのだ。
§93τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
このようなものが、人間に対するムーサたちの神聖な贈り物なのだ。
§94ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος §95ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, §96ἐκ δὲ Διὸς βασιλῆες·
実に、ムーサたちと遠矢のアポロンによって、歌い手や竪琴弾きたちが地上に存在し、ゼウスによって王たちが存在する。
ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι §97φίλωνται·
ムーサたちに愛されるその者は幸福である。
γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
その口からは甘い声が流れ出る。
§98εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ §99ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς §100Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων §101ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, §102αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων §103μέμνηται·
たとえ誰かが、新たに生じた心痛を抱えて心に憂いを持ち、悲しみに沈んで胸を焦がしていようとも、ムーサたちの仕え人である歌い手が、かつての人々の栄光ある事績や、オリュンポスを領する至福の神々を歌い讃えれば、彼は忽ちその不機嫌を忘れ、何一つ憂いごとを思い出さなくなる。
ταχέως δὲ παρέτραπε δῶρα θεάων.
女神たちの贈り物が速やかにそれをそらせるのだ。
§104χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
健やかにあれ、ゼウスの子らよ、そして心惹かれる歌を授けよ。
§105κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, §106οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, §107Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
常にあり続ける、不死の神々の神聖な一族を歌い讃えよ、ガイアと星ちりばめたウラノスから生まれ、暗いニュクスから生まれ、塩辛いポントスが育んだ神々を。
§108εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο §109καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, §110ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
そして語れ、いかにして初めに神々と大地が生まれ、河川と、波打つうねりで荒れ狂う無限の海が、そして輝く星々と、上方に広がる広大な天が生まれたかを。
§112ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο §113ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
また、いかに彼らが富を分かち合い、いかに名誉を配分し、またいかにして初めに、多くの尾根を持つオリュンポスを領するようになったかを。
§114ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
これらのことを私に語れ、オリュンポスの宮殿を領するムーサたちよ、始まりから。
§115ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
そして、彼女たちのうちで何が最初に生まれたかを語れ。
§116ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα §117Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ §119Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, §120ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
まさに最初にカオスが生まれ、その次に広き胸のガイアが、常にすべての者にとって安全な拠り所として生まれた、広き道の地底の奥深くにある、霧深いタルタロスも、そして、不死の神々のなかで最も美しいエロスも生まれた。
§121λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων §122δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
彼は手足をなえさせ、すべての神々とすべての人間たちの胸のなかで、思慮と賢明な意志を圧倒する。
§123ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
カオスからはエレボスと黒いニュクスが生まれた。
§124Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, §125οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
ニュクスからはさらにアイテルとヘメラが生まれ、彼女が身ごもり、エレボスと愛によって交わって産んだのだ。
§126Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ §127Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι, §128ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
一方ガイアは、まず自分と等しい大きさの星ちりばめたウラノスを産んだ、彼が彼女を全面的に覆い包むために、至福の神々にとって常に安全な拠り所であるように。
§129γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, §130Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
彼女はまた、神々の優美な住処である高い山々を産んだ、谷深い山々に住まうニュンペーたちの住処を。
§131ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, §132Πόντον, ἄτερ φιλότητος ἐφιμέρου·
彼女はまた、実りなき海、波打つうねりで荒れ狂うポントスを、心惹かれる愛の交わりなしに産んだ。
αὐτὰρ ἔπειτα §133Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην, §134Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε §135Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε §136Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
しかしその次に、ウラノスと添い寝して、深く渦巻くオケアノスを産み、コイオス、クリオス、ヒュペリオン、イアペトス、テイア、レア、テミス、ムネモシュネ、黄金の冠を戴くポイベ、そして愛らしいテュテュスを産んだ。
§137τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, §138δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
彼らのあとに、末子である知恵の回るクロノスが生まれた、子供たちのなかで最も恐るべき者であり、彼は血気盛んな父親を憎んだ。
§139γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, §140Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
彼女はさらに、あまりに傲慢な心を持つキュクロプスたちを産んだ、ブロンテス、ステロペス、そして激しい気性のアルゲスを。
§141οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
彼らはゼウスに雷を与え、雷霆を造った者たちである。
§142οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, §143μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
彼らは、他の点ではまさに神々に酷似していたが、ただ一つの目がおでこの真ん中にあった。
§144Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων §145κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
キュクロプスという名が彼らに付けられたが、それは実に彼らのおでこに、円い目が一つだけあったからである。
§146ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
彼らの働きには、強さと力、そして技能があった。
§147ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
そして、さらにガイアとウラノスから他の者たちが生まれ……

語釈・文法注

  1. §79ἁπασέων — 女性複数属格で、最上級形容詞 προφερεστάτη に伴う全体属格、あるいは比較の属格。「彼女(カリオペ)は彼女らすべての中で最も優れている」の意を表す。
  2. §81ὅν τινα τιμήσωσι — 関係代名詞 ὅστις に導かれる一般条件の節で、小辞 ἄν が省略され、接続法(τιμήσωσι、次の行の ἴδωσι も同様)が直接用いられている。これは初期の叙事詩でしばしば見られる構文上の特徴である。
  3. §127ἵνα μιν περὶ πάντα καλύπτοι — 目的を表す接続詞 ἵνα に導かれる従属節。主節の動詞が過去形(アオリストの ἐγείνατο)であるため、時制の一致(過去接続法)により希求法(καλύπτοι)が用いられている。代名詞 μιν はガイア(女性単数対格)を指す。

この箇所を引用する

ヘシオドス, 神統記 §76-147. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:76-147

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。