我们将在险恶的战斗中捍卫你们的统治,在强大的战役中与提坦神明不断厮杀。
§664ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, §665μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς §666μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν §667πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
” 他这样说;施予善物的众神听闻他的话语后,皆表示赞同;他们心中对战争的渴望比以往更加强烈;在那一天,他们挑起了一场凄惨的战斗,他们所有人,无论男女。
提坦神明与所有由克洛诺斯所生之众神,以及那些被宙斯从厄瑞波斯深处、大地之下带回光明的神明。
§670δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
他们既可怕又强壮,拥有着不可一世的力量。
§671τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο §672πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα §673ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
在他们所有人身上,同样地有百只手臂从肩头伸出,在他们强壮的身躯上,每人的双肩上都长着五十个头颅。
那时,他们双手紧握着陡峭的巨石,在凄惨的战斗中,与提坦神明对峙。
§676Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας §677προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον §678ἀμφότεροι·
另一边的提坦神明也热切地巩固了他们的阵列,双方同时展露了他们双臂和力量的威力。
δεινὸν δὲ περίαχε πόντος ἀπείρων, §679γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς §680σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος §681ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα §682Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ §683ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
无垠的海洋发出可怕的巨响,大地大声轰鸣,宽广的天空在震动中叹息,高耸的奥林波斯山在不灭神明的冲击下从根基处剧烈摇晃,沉重的震颤传到了幽暗的塔尔塔罗斯,他们那无可估量的冲击以及强力投掷所发出的沉重脚步声的尖锐声响也随之而至。
§684ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
就这样,他们向彼此投掷出令人哀叹的飞行武器。
双方呼喊着,他们的声音直达星光璀璨的天空,他们在巨大的呐喊声中碰撞在一起。
§687οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε §688εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν §689φαῖνε βίην·
此时宙斯不再克制自己的愤怒,他的心中立刻充满了怒火,他展现了自己所有的力量。
ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου §690ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ §691ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο §692χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες §693ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε §694καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
他同时从天空中和奥林波斯山出发,伴随着闪电不断前行;而那些雷霆夹杂着雷鸣与闪电,紧密地飞射而出,出自他强健的双手,频繁地卷起神圣的火焰;四周,生育万物的大地在燃烧中轰鸣,无尽的森林在烈火中发出巨大的爆裂声。
§695ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα §696πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ §697Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν §698ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων §699αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
整片土地和俄刻阿诺斯的水流都在沸腾,还有那荒凉的海洋;滚烫的气流包裹着大地的提坦神们,无尽的火焰直冲神圣的上空,尽管他们无比强大,雷霆与闪电的耀眼光芒依然刺痛并夺去了他们的视线。
§700καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα §701ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι §702αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε §703πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει §704τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος· §705τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
神奇的灼热笼罩了卡奥斯;亲眼所见,亲耳听闻那声音,就仿佛是大地与上方宽广的天空相互碰撞在一起;因为若是一方坍塌,另一方自高处坠落,便会产生如此巨大的声响;众神在冲突中交战时,便发出了如此巨大的声响。
§706σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον §707βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, §708κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε §709ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει §710σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
狂风携带着大地的震颤与尘土、雷鸣、闪电与灼热的雷霆,即伟大宙斯的武器,并将呼喊声与喧嚣声带到了双方的交界处;可怕的冲突中升腾起无尽的轰鸣,他们行为的力量展露无遗。
战斗的天平倾斜了;而在那之前,他们相互对峙,在强烈的战役中坚持不懈地战斗着。
身处最前线的他们挑起了惨烈的战斗,即科托斯、布里阿瑞俄斯以及对战争不知疲倦的居厄斯。
§715οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν §716πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι §717Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης §718πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
他们从强壮的手中将三百块巨石接连不断地投掷出去,用这些武器遮蔽了提坦神明,并将他们送入了宽阔的大地之下,用沉重的锁链将他们禁锢。
§719χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, §720τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· §721τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
凭借双手的力量,他们征服了这些虽然高傲的神明,其深度在大地之下,正如同天空距离大地一样遥远;因为从大地到幽暗的塔尔塔罗斯,便有如此遥远的距离。
§722ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων §723οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο· §724ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων §725ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
若一个青铜的铁砧自天空中落下,度过九天九夜,将在第十天到达大地;若一个青铜的铁砧自大地落下,再度过九天九夜,将在第十天到达塔尔塔罗斯。
§726τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ §727τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν §728γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
其周围筑有青铜的围墙;在其四周,黑夜以三重之势倾注在其咽喉周围;而在其上方,生长着大地与荒凉海洋的根基。
§729ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι §730κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο §731χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
在那里,提坦神们在幽暗的阴霾之下,因聚云者宙斯的智谋而被隐藏起来,安置在潮湿的处所,那庞大之大地的尽头。
§732τοῖς οὐκ ἐξιτόν ἐστι.
他们无法逃脱。
θύρας δʼ ἐπέθηκε Ποσειδέων §733χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
波塞冬为那里安上了青铜的门户,而围墙在两侧环绕。