Humanitext Reader

ヘシオドス · 神統記 §662-733

ティタノマキアの激闘とティタンたちの幽閉

10 / 14 箇所 · ギリシア語

要旨

オリンポス神話における世界支配をかけた戦い(ティタノマキア)の絶頂期が描かれ、ゼウスと百腕巨人の圧倒的な力がティタン神族を圧倒し、敗れたティタンたちが深淵タルタロスへと封印される。

§662ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι §663μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
私たちは激しい戦闘においてあなた方の支配を守り、強大な戦いの中でティタンたちと戦い抜くでしょう。
§664ὣς φάτʼ·
」彼はこう言った。
ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, §665μῦθον ἀκούσαντες·
善きものの与え手たる神々は、その言葉を聞いて賛同した。
πολέμου δʼ ἐλιλαίετο θυμὸς §666μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε·
そして彼らの心は、以前よりもいっそう強く戦いを切望した。
μάχην δʼ ἀμέγαρτον ἔγειραν §667πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
そして凄まじい戦闘を、彼らは引き起こした、その日に、女も男も全員が。
§668Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, §669οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
ティタンの神々も、クロノスから生まれた者たちも、シてゼウスがエレボスから、地の下から光の中へと送り出した者たちも。
§670δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
彼らは恐ろしく、力強く、並外れた暴力を持っていた。
§671τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο §672πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα §673ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
彼ら全員の肩からは百本の腕が等しく伸び、また頑強な身体の上の肩からは、めいめい五十の頭が生え出ていた。
§674οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ §675πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
彼らはそのとき、頑丈な両手に切り立つ巨岩を携え、悲惨な戦闘においてティタンたちに立ち向かった。
§676Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας §677προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον §678ἀμφότεροι·
他方でティタンたちも、熱心に戦列を固め、双方ともに、同時にその腕の力と暴力を示した。
δεινὸν δὲ περίαχε πόντος ἀπείρων, §679γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς §680σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
無限の海は恐ろしく響き渡り、大地は大いに轟き、広い天は揺れ動きながら呻き、高きオリンポスは不滅の神々の突進のもとで根底から揺さぶられた。
§681ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα §682Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ §683ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
そして、重い震動が霧深いタルタロスにまで達し、激しい追撃と強力な投擲による、彼らの足音の鋭い響きが届いた。
§684ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
このように、彼らは互いにうめきを誘う飛び道具を放ち合った。
§685φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα §686κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
互いに呼び交わす双方の声は星ちりばむ天にまで達し、彼らは大いなる叫び声とともに激突した。
§687οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
もはやゼウスも自身の怒りを抑えはしなかった。
§688εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν §689φαῖνε βίην·
ただちに彼の心は怒りで満たされ、彼はその全力を現した。
ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου §690ἀστράπτων ἔστειχε συνωχαδόν·
彼は天とオリンポスから同時に、稲妻を放ちながら絶え間なく進み出た。
οἱ δὲ κεραυνοὶ §691ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο §692χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες §693ταρφέες·
雷は、轟きと閃光とともに、ただちに飛び、頑強な手から、聖なる炎をうねらせながら次から次へと放たれた。
ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε §694καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
命を育む大地は、燃えながら周囲で轟き、計り知れない森は、火の周りで大きな音を立てて裂けた。
§695ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα §696πόντος τʼ ἀτρύγετος·
大地のすべて、オケアノスの流れ、荒涼たる海が沸き立った。
τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ §697Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
熱い熱気が地上のティタンたちを包み込み、計り知れない炎が神聖な上空にまで達した。
§698ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων §699αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
稲妻と閃光のまばゆい輝きは、彼らがいくら強者であっても、その目を眩ませた。
§700καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος·
神がかり的な熱気がカオスを支配した。
εἴσατο δʼ ἄντα §701ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι §702αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε §703πίλνατο·
目で見て、耳でその音を聞く限り、それはあたかも、ガイアと上方の広いウラノスが互いに衝突したかのようであった。
τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει §704τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
もし大地が崩壊し、天が上から崩れ落ちたなら、それほどの大音響が沸き起こったであろうから。
§705τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
神々が争いの中に激突した時、それほど大きな音響が生じた。
§706σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον §707βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, §708κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε §709ἐς μέσον ἀμφοτέρων·
風は、大地の揺れと塵、雷、閃光、そして燃え盛る雷撃、すなわち大いなるゼウスの矢を巻き込んで轟かせ、双方の真ん中に叫びと怒号を運んだ。
ὄτοβος δʼ ἄπλητος ὀρώρει §710σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
凄まじい闘争による限りない轟音が沸き起こり、力の働きが示された。
§711ἐκλίνθη δὲ μάχη·
そして戦いは傾いた。
πρὶν δʼ ἀλλήλοις ἐπέχοντες §712ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
それまでは、彼らは互いに立ち向かい、激しい戦闘の中で絶え間なく戦っていた。
§713οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν §714Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
最前線にいた者たちが、激しい戦闘を呼び起こした、コットス、ブリアレオス、そして戦いに飽くことなきギュエスが。
§715οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν §716πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι §717Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης §718πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
彼らは頑強な手から三百もの岩を次々に投げ放ち、その投擲物でティタンたちを覆い隠し、彼らを広く見渡す大地の下へと送り込み、苦痛に満ちた束縛で縛った。
§719χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
彼らがいくら誇り高くあろうとも、手の力で打ち負かしたのである。
§720τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
それは、天が地から離れているのと同じくらい、地の下深くであった。
§721τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
なぜなら、地から霧深いタルタロスまでは、それだけの距離があるからだ。
§722ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων §723οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο· §724ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων §725ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
青銅の金床が、天から九日九夜にわたって落下し、十日目に地へと到達するであろうし、また青銅の金床が、地から九日九夜にわたって落下し、十日目にタルタロスへと到達するであろうから。
§726τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ §727τριστοιχεὶ κέχυται περὶ δειρήν·
その周囲には青銅の障壁が巡らされており、その周りには夜が三重に、入り口の周りに注がれている。
αὐτὰρ ὕπερθεν §728γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
そしてその上方には、大地と荒涼たる海の根が伸びている。
§729ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι §730κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο §731χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
そこに、ティタンの神々は、霧深い暗闇の下に雲を集めるゼウスの意志により隠されている、湿った場所、広大な大地の極限に。
§732τοῖς οὐκ ἐξιτόν ἐστι.
彼らには出口がない。
θύρας δʼ ἐπέθηκε Ποσειδέων §733χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
ポセイドンが青銅の扉を取り付け、障壁が両側を囲んでいる。

語釈・文法注

  1. 662ῥυσόμεθα — ῥυσόμεθα は未来直説法(あるいはアオリスト接続法)第1人称複数。ここでは文脈上、コットスたちがゼウスの「支配・権力(κράτος)」を「守り抜く」という強い意思表示を表す未来として解釈するのが最も適切である。
  2. 702ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε πίλνατο — εἴσατο(~のように思われた、700行)に導かれた ὡς εἰ(あたかも〜であるかのように)に続く条件的な比喩表現。これに続く 703-704行の κε... ὀρώρει(直説法過去完了+小辞 κε)によって、「もし天地が衝突したならば、それほどの大音響が沸き起こったであろうに」という、実際には起きなかった規模を例える反実仮想の帰結節が構成されている。
  3. 723κʼ ἐς γαῖαν ἵκοιτο — 希求法 ἵκοιτο(および725行の ἵκοι)が小辞 κε(=ἄν)を伴って用いられており、潜在・推量(potential optative)「(仮に落下させたならば)到達するであろう」を表す。

この箇所を引用する

ヘシオドス, 神統記 §662-733. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:662-733

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。