Humanitext Reader

赫西俄德 · 神谱 §589-661

女性带来的灾祸与释放百臂巨人

第 9 段,共 14 段 · 希腊语

内容简介

文中描述了第一位女性给凡人男子带来的灾祸,以及已婚者和独身者各自面临的困境。随后叙述了宙斯在盖亚的建议下,从地底释放百手巨人,并请求他们协助对抗提坦神族的战争。

§589ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
当他们看到那险恶的诡计,那对人类而言无可奈何的陷阱。
§590ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, §592πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν §593οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
因为从她诞生了雌性女性的种族,她们与凡人男子共同生活,对他们而言是一大祸害,她们不适于相伴毁灭性的贫穷,却只适于相伴富足。
§594ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι §595κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων— §596αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §597ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, §598οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους §599ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται— §600ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας §601Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων §602ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο· §603ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν §604μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο §605χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς §606ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται §607χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται, §608κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, §609τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει §610ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, §611ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην §612θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
宛如在有遮盖的蜂巢中,蜜蜂饲养着雄蜂,这些恶行的伙伴—— 蜜蜂整天直到太阳落山,在白天里忙碌,筑起白色的蜂巢,而雄蜂们留在有遮盖的蜂笼内,将别人的劳动成果收进自己的肚子里—— 同样,作为凡人男子的灾祸,在高处轰鸣的宙斯设置了女性,作为痛苦行为的伙伴;他还给出了另一个灾祸来代替好东西:凡是逃避婚姻和女性麻烦行径、不愿娶妻,以致到了毁灭性的暮年,缺乏赡养暮年之人;他活着虽不缺少生活所需,但当他死去时,他的财产被远亲们瓜分;而对于那些分得婚姻命运的人,娶到了一位通情达理、心地善良的贤妻,对他而言,一生中灾祸不断与善事相抗衡;但若是遇到了一个顽劣的伴侣,活着时胸中便怀着无法消除的痛苦,在其灵魂和心灵中,这是一种无法医治的灾祸。
§613ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
如此,既不可能欺骗也无法避开宙斯的心智。
§614οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς §615τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης §616καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
因为甚至连伊阿佩托斯无辜的儿子普罗米修斯,也没能逃脱他沉重的怒火,而是在必然性之下,尽管他极具智慧,一根巨大的锁链仍将他禁锢。
§617Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ §618Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ §619ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος §620καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.
至于布里阿瑞俄斯,当父亲起初在心中对他发怒时,以及对科托斯和居厄斯,他用强力的锁链将他们捆绑,惧怕他们过人的男子气概,以及他们的容貌与身躯;并将他们安置在宽阔的大地之下。
§621ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες §622εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, §623δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
他们在那里承受着痛苦,居住在大地之下,坐在极边之地,在辽阔大地的尽头,极其长久地哀伤,心中怀着巨大的悲痛。
§624ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, §625οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, §626Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις· §627αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε §628σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
但是,克洛诺斯之子和其余不朽的神明,即丽发勒亚与克洛诺斯交好所生的神明,依循盖亚的指引,将他们重新带回了光明之中;因为她亲自向他们详尽地述说了一切,预示着同他们一起,神明们将赢得胜利和璀璨的荣耀。
§629δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες §630Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, §631ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, §632οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, §633οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, §634οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
因为他们早已进行着令人心碎的艰苦战斗,提坦神明与克洛诺斯所生的众神,彼此相对,在激烈的战斗中,一方来自高耸的奥斯律斯山,那些显赫的提坦神,另一方则来自奥林波斯,那些施予善物的神明,即丽发勒亚同克洛诺斯同床所生的神明。
§635οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες §636συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς· §637οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ §638οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
这些神明当时彼此怀着伤痛的怒火,连续不断地战斗了十整年之久;这场艰难的争斗既无缓解,也无终结,对双方而言,战争的结局都处于势均力敌的胶着状态。
§639ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, §640νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, §641πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
但当他确实为他们提供了一切合适之物,即神明们自己享用的神酒与神粮,所有人心中的高傲气魄都大为增长。
§642ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, §643δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· §644κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, §645ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
当他们尝到了神酒与可爱的神粮,就在那时,人类与神明之父对他们说: “听我说,盖亚和乌拉诺斯的显赫子嗣,好让我说出我胸中之心所命令我的话。
§646ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι §647νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα §648Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
因为早已在极长的时间里,我们彼此相对,终日为了胜利与主宰而进行着战斗,提坦神明和我们这些由克洛诺斯所生之众神。
§649ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους §650φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ §651μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες §652ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ §653ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
你们当展现出你们巨大的力量和不可战胜的双臂,在悲惨的战斗中对抗提坦神,记起我们温存的友谊,在承受了怎样的痛苦之后,你们才从痛苦的束缚中重回光明,借由我们的智谋,从那幽暗的阴霾之下。
§654ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· §655Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ §656ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα, §657ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
” 他这样说;无瑕的科托斯随之回答他道: “神圣的大人,你所表明的并非我们所不知;然而我们自己也深知你的心智和理解力非凡,且你成为了不朽神明避开严酷灾祸的守护者。
§658σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος §659ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν §660ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
凭借着你的深谋远虑,从那幽暗的阴霾之下,重新从无情的锁链中逃脱,我们回来了,克洛诺斯之子的君王啊,经历了意想不到的救赎。
§661τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
因此现在,我们怀着坚定不移的心志和深思熟虑的谋划,

词汇与语法注释

  1. 593πενίης ... κόροιο — 与形容词 σύμφορος(相配、适合)连用的宾格性属格(或关联属格)。意为“不与毁灭性的贫穷相配,而与富足相配”。
  2. 603ὅς κε ... ἐθέλῃ — 带有关系小词 κε(= ἄν)和虚拟语气(ἐθέλῃ)的关系从句,表示一般性条件(“凡是不愿娶妻的人”)。此从句修饰主句的主语 ὅ γʼ(第605行)。
  3. 628σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι — 紧随动词 κατέλεξε(第627行,“述说”)之后的不定式短语,用作间接引语,表示“同他们(百手巨人)一起赢得胜利和璀璨的荣耀”的内容。
  4. 650φαίνετε — 根据上下文,此词被释为表示宙斯对百手巨人提出请求或命令的命令式(现在时第二人称复数),意为“展现[你们的力量]以对抗[提坦神]”。

引用这一段

赫西俄德, 神谱 §589-661. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:589-661

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。