§514παρθένον.
——那位乙女。
ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς §515εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ §516εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
而对于傲慢的梅诺伊提俄斯,宽广远瞩的宙斯用焦灼的雷电将他击落至厄瑞玻斯,因其愚妄与狂妄的男子气概。
§517Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης §518πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, §519ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν· §520ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
而阿特拉斯在强烈的必然性重压下,支撑着宽广的天空,在大地的尽头,在声音清脆的赫斯珀里得斯姐妹面前,用他的头颅和不知疲倦的双手指撑而立;因为这正是充满智慧的宙斯分派给他的命运。
§521δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον §522δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας· §523καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ §524ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη §525νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
宙斯用无法挣脱的锁链捆绑了足智多谋的普罗米修斯,用痛苦的桎梏,将其贯穿在一根柱子的中间;他又向他派去一只长翅膀的雄鹰,而它啄食着他不朽的肝脏,但肝脏在夜间向四面八方生长出同样多的分量,正如同那只长翅膀的猛禽在整个白天所啄食的一样。
§526τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς §527Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν §528Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων §529οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, §530ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη §531πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
这只雄鹰后来被美踝的阿尔克墨涅的勇敢儿子赫拉克勒斯杀死了,他为伊阿佩托斯之子驱除了恶疾,并使他从痛苦中解脱出来,这并非违背高高统治的奥林波斯宙斯的意愿,为的是让底比斯出生的赫拉克勒斯的名声在哺育万物的大地上比以前更加伟大。
§532ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν· §533καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, §534οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
宙斯因敬重这些而器重自己声名显赫的儿子;尽管他曾经愤怒,他也平息了先前的怒火,因为普罗米修斯曾与力量绝伦的克洛诺斯之子(宙斯)在智谋上较量。
§535καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι §536Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ §537δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
因为当神明与凡人在梅科涅进行调停分割时,当时他怀着乐意的心,将一头大牡牛切割开并呈献在宙斯面前,企图欺骗宙斯的心智。
§538τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ §539ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, §540τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ §541εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
因为对一方(凡人),他把肉和裹着丰厚油脂的内脏放进牛皮里,并用牛胃将其遮盖;而对另一方(宙斯),他则用狡黠的计谋将牡牛的白骨整齐地排列,并用闪亮的油脂遮盖起来。
§542δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· §543Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων, §544ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
就在那时,人类与神明之父对他说: “伊阿佩托斯之子,所有君主中最显赫的一位,我的朋友,你分配份额是多么不公啊。
§545ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
” 知晓不朽智慧的宙斯带着嘲讽这样说。
§546τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης §547ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης· §548ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, §549τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
狡黠的普罗米修斯反过来对他说,微微一笑,且并未忘记他那欺骗的诡计: “宙斯,永生神明中最为荣耀、最为伟大的一位,请在这两份中选择一份,任凭你胸中的心意指示你。
§550Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς §551γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ §552θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
” 他怀着欺骗的心意这样说;但知晓不朽智慧的宙斯识破了并并非没有察觉这个诡计;他在心中为凡人预见了灾祸,而这些灾祸也确实注定要实现。
§553χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
他用双手拿起了白色的油脂。
他的胸中充满愤怒,怒火涌上了他的心头,当他看到那被狡黠的诡计整齐排列的牡牛白骨时。
从此以后,大地上的凡人部族在芬芳的祭坛上为不朽的神明焚烧白骨。
§558τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· §559Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, §560ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
大为恼怒的聚云者宙斯对他说: “伊阿佩托斯之子,智谋超越众人者,我的朋友,看来你还没有忘记你那欺骗的诡计。
§561ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· §562ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ §563οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο §564θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
” 愤怒的宙斯知晓不朽智慧,这样说道;从此以后,他总是记着那个骗局,不再将不知疲倦的烈火之力赋予梣树仙女,对那些居住在陆地上的凡人。
§565ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο §566κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν §567ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν, §568Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, §569ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
但是伊阿佩托斯优秀的儿子欺骗了他,盗走了不知疲倦之火的、能照耀远方的光芒,藏在空心的茴香秆中;这深深刺痛了他的心底,那在高处轰鸣的宙斯,激怒了他那亲爱的心灵,当他在凡人中看到那照耀远方的火光时。
§570αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· §571γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις §572παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
他立即制造了一个灾祸给人类,以代替火;因为著名的跛足神用泥土塑造了一个类似羞怯乙女的形象,这是根据克洛诺斯之子的意愿。
§573ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη §574ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην §575δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· §578ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, §579τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις §580ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
而神明、明眸的雅典娜为她束上腰带,穿上银白色的衣裳进行打扮;她用双手从她的头上垂下一面精致的面纱,那真是个令人瞩目的奇迹;她还在她的头上戴上了一顶金冠,这是著名的跛足神自己亲手制造的,用他的双手精心打造,为了讨好他的父亲宙斯。
§581τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, §582κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, §583τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,— §584θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
金冠上刻有许多精致的花纹,真是个令人瞩目的奇迹,那是由大陆和海洋大量哺育的怪兽;他在里面放入了许多这样奇妙的野兽——散发着巨大的魅力—— 它们栩栩如生,宛如具有声音的活物。
§585αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. §586ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι, §587κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
然而,当他制造了这美丽的灾祸来代替好东西之后,他把她领了出来,带到了其他神明和人类所在的地方,她因这位拥有强大父亲的明眸女神给她的装饰而显得自豪。
§588θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
惊愕捕获了不朽的神明和凡人,