Humanitext Reader

赫西俄德 · 神谱 §440-513

宙斯的诞生与克洛诺斯吐出诸神

第 7 段,共 14 段 · 希腊语

内容简介

赫卡忒职能的描述在其对渔业、畜牧及养育幼孩的保护力中结束。随后记述了勒亚与克洛诺斯所生子女的诞生、克洛诺斯对孩子们的吞噬、勒亚在乌拉诺斯和该亚协助下用石头代替宙斯脱险的经过、宙斯成年后迫使克洛诺斯吐出兄弟姐妹并获得雷电的过程,最后介绍了伊阿佩托斯的后代谱系。

§440καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, §441εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, §442ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, §443ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
对于那些在灰暗险恶的海洋中工作的人,他们向赫卡忒和轰鸣的恩诺西盖俄斯(大地的撼动者)祈祷,这位荣耀的女神极易赐予丰厚的渔获,而只要她心里愿意,她也能轻易地将眼前的获物夺走。
§444ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν· §445βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν §446ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα, §447ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
在牲畜栏中,她也善于同赫耳墨斯一起使牲畜繁衍;无论是牛群,还是成群的绵羊和宽广的牧场上的山羊,甚至是毛茸茸的绵羊群,只要她心里愿意,她都能使它们由少变多,也使它们由多变少。
§448οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα §449πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
因此,尽管她只是母亲的独生女,她依然在所有不朽的神明中受享一切特权,倍受器重。
§450θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην §451ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
克洛诺斯之子还使她成为孩子们的养育者,这些孩子在她之后亲眼看见了普照大地的厄俄斯的光芒。
§452οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
因此她自始至终是孩子们的养育者,这些便是她的特权。
§453Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, §454Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον §455ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει §456νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον §457Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, §458τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
勒亚屈服于克洛诺斯,产下了辉煌的孩子们:赫斯提亚、德墨忒尔,以及着金凉鞋的赫拉,和在地下建有府邸的强大的哈得斯,他有着无情的心,以及轰鸣的恩诺西盖俄斯,还有充满智慧的宙斯,他是神明与人类之父,在他的雷鸣之下,宽广的大地为之震动。
§459καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος §460νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
伟大的克洛诺斯把他们一个个吞了下去,每当有人从母亲神圣的子宫来到她的膝上。
§461τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων §462ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
他怀着这样的意图,为的是不让其他高贵的乌拉诺斯之子在不朽的神明中享有王者的荣耀。
§463πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, §464οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι §465καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
因为他该亚和星光熠熠的乌拉诺斯那里得知,他命中注定要被自己的儿子征服,尽管他十分强大,但这是通过伟大的宙斯的旨意。
§466τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων §467παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
因此他没有盲目看守,而是保持警惕,吞噬着自己的孩子们;而勒亚则怀着无尽的悲伤。
§468ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν §469τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας §470τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, §471μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα §472παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο §473παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
但是,当她就要产下神明与人类之父宙斯时,她便向自己亲爱的父母——该亚和星光熠熠的乌拉诺斯,哀求,共同商量一条计策,以便能隐藏自己亲爱孩子的诞生,并为她父亲的复仇女神,以及被狡猾的伟大克洛诺斯吞噬的孩子们进行报复。
§474οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, §475καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι §476ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
他们非常专心地倾听并顺从了自己亲爱的女儿,并告诉了她关于克洛诺斯国王和他坚毅的儿子注定要发生的一切命运。
§477πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, §478ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, §479Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη §480Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
他们把她送到了克里特丰饶之地的吕克托斯,当她就要产下孩子们中最年幼的伟大的宙斯时;巨大的该亚从她手中接过了这个孩子,在宽广的克里特抚养和哺育。
§481ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν §482πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα §483ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, §484Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
该亚抱着他,穿过敏捷而黑暗的夜晚,首先来到了吕克托斯;她用双手接住他,将他藏在陡峭的洞穴中,在神圣大地的深处,在林木茂密的艾盖俄斯山上。
§485τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν §486Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
然后,勒亚用襁褓包裹了一块巨大的石头,递给伟大的君主乌拉诺斯之子,神明的前任国王。
§487τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν §488σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω §489ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς §490λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας §491τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
那个无情的人,当时用双手接过去并塞进了自己的肚子里;他心里根本没有想到,在此之后代替这块石头的,是他自己那无敌而安详的儿子留了下来,这位儿子很快就要用力量和双手将他征服,将他逐出特权地位,而自己则在不朽的神明中统治。
§492καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα §493ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν §494Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς §495ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης §497πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
随后,那位君主的精力和辉煌的肢体迅速成长起来;随着岁月的流逝,被该亚巧妙的劝告所欺骗,狡猾的伟大克洛诺斯又将自己的后代吐了出来,他首先吐出了那块最后吞下去的石头。
§498τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης §499Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο §500σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
这块石头被宙斯固定在宽阔道路的大地上,在神圣的皮托,在帕耳那索斯的山谷下,作为以后的标志,供凡人人类瞻仰的奇迹。
§501λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν §502Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν· §503οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, §504δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν §505καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· §506τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
他还将父亲的兄弟们从毁灭性的束缚中解放出来,那些乌拉诺斯之子,由于他们的父亲在愚妄中将他们囚禁;他们对他心怀感激,记住了他的恩德,并赠予他雷鸣、燃烧的霹雳以及闪电;在这之前,巨大的该亚一直将它们隐藏着;凭借这些,他统治着凡人和不朽的神明。
§507κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην §508ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
伊阿佩托斯迎娶了美踝的俄刻阿诺斯之女克吕墨涅,并登上了同一张床榻。
§509ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα· §510τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα §511ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα §512ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν· §513πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
她为他生下了坚毅的儿子阿特拉斯;她还产下了极其高傲的梅诺伊提俄斯,以及变幻莫测、足智多谋的普罗米修斯,和心智迷误的厄庇米修斯,厄庇米修斯自始至终成了勤劳人类的灾祸;因为他首先接受了宙斯所塑造的女人。

词汇与语法注释

  1. 444ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν· — 不定式 `ἀέξειν` 是用以补充形容词 `ἐσθλή` 的限制性不定式(“擅于增加”)。`ληίδʼ`(`ληίς`“掠夺物、获物、牲畜”的省音)是不定式的直接宾语。
  2. 460ὥς τις ἕκαστος ... ἵκοιτο — 由时间连词 `ὡς`(“一……就……”)引导的从句。希求法 `ἵκοιτο` 表示过去发生的重复性动作(“每当……到达时”),与主句的历史未完成时动词 `κατέπινε` 相呼应。
  3. 471ὅπως λελάθοιτο ... τίσαιτο — 由目的连词 `ὅπως` 引导的目的从句。由于主句动词 `λιτάνευε` 为过去时(未完成过去时),从句中的动词 `λελάθοιτο`(`λανθάνω` 的重叠不定过去时中动意愿希求法)和 `τίσαιτο`(`τίνω` 的不定过去时中动意愿希求法)均使用希求法。
  4. 488οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω ... λείπεθʼ — 连词 `ὡς` 引导一个表陈述或认识的名词性从句(“那……”),充当主句 `οὐδʼ ἐνόησε`(“没有发觉”)的宾语。该从句的骨架结构为 `υἱὸς ... λείπεθʼ`(`λείπετο` 的省音,即“儿子被留下了”)。

引用这一段

赫西俄德, 神谱 §440-513. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:440-513

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。