Humanitext Reader

赫西俄德 · 神谱 §369-439

提坦后裔的谱系与赫卡忒的殊荣

第 6 段,共 14 段 · 希腊语

内容简介

提坦神族繁衍出太阳、月亮、风、星辰等自然力量,以及斯堤克斯之子胜利与强力。此外,赫卡忒受到宙斯的特别器重,获得了在陆地、天空和海洋中极大地协助凡人并赐予特权的崇高地位。

§369τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν, §370οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
凡人人类极难说出她们所有人的名字,但每个住在她们周围的人,各自都知道她们。
§371θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην §372Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει §373ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §374γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
忒亚在与许珀里翁的爱中屈服,产下了伟大的赫利俄斯、明亮的塞勒涅,以及照亮所有地上凡人和领有宽广天空的不朽神明的厄俄斯。
§375Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα §376Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων §377Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
厄乌里比亚与克里俄斯在爱中结合,产下了伟大的阿斯特赖俄斯、女神中神圣的帕拉斯,以及在知识上在所有人中最为杰出的珀耳塞斯。
§378Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, §379ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον §380καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
关于阿斯特赖俄斯,厄俄斯产下了坚毅的群风,晴空的仄费罗斯、捷径的北风玻瑞阿斯,以及诺托斯,女神在爱中与男神同床而生。
§381τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια §382ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
在他们之后,清晨所生之女产下了星辰埃俄斯福罗斯,和照亮天空的、用以给天冠戴的群星。
§383Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα §384Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν· §385καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, §386τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, §387οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, §388ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
俄刻阿诺斯之女斯堤克斯与帕拉斯结合,在府邸中产下了仄洛斯和美踝的尼刻,她还产下了克拉托斯与比阿等杰出的孩子,除了宙斯之外,他们没有独立于他的府邸,也没有任何座位,也没有任何道路,除非神陪伴并引导他们,相反,他们始终坐在深雷之主宙斯的身边。
§389ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη §390ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς §391ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, §392εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, §393μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον §394ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν §395τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος, §396τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
因为不朽的俄刻阿尼德斯斯堤克斯正是这样决定的,在那一天,当奥林匹斯的闪电之主召集所有不朽的神明来到高耸的奥林匹斯山,并说道,神明中无论谁与他一起同提坦作战,都不会被夺去任何特权,且每个人都将保有以前在不朽神明中所拥有的荣誉;他又说,无论谁在克洛诺斯手下不曾享有荣誉和特权,都将按照正义之规,获得荣誉和特权。
§397ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε §398σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
因此,不朽的斯堤克斯带着她的孩子们遵循她亲爱的父亲的计谋,最先来到了奥林匹斯。
§399τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
宙斯器重她,并赠予她丰厚的礼物。
§400αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, §401παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
他立她自己作为神明的大誓,并让她的孩子们成为他永久的同居者。
§402ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, §403ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
正如他所许诺的那样,对所有的神,他都完全履行了;而他自己则极具威力地统治和主宰着。
§404φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν· §405κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι §406Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, §407ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, §408μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
福柏又进入了科俄斯可爱的床榻;随后,这位女神在与男神的爱中受孕,产下了身着青衣的勒托,她始终温和,对人类及不朽的神明皆柔和,自始至终温和,在奥林匹斯中最为温顺。
§409γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης §410ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
她还产下了声誉美好的阿斯忒里亚,珀耳塞斯曾将她迎入自己宏伟的府邸,称她为亲爱的妻子。
§411ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων §412Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα, §413μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
她受孕并产下了赫卡忒,在所有的神明中,克洛诺斯之子宙斯最器重她;他赠予她辉煌的礼物,使她享有大地和不荒之海的份额。
§414ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς §415ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
她也从星光熠熠的天空分得了荣誉的份额,在不朽的神明中她受到极大器重。
§416καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων §417ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, §418κικλῄσκει Ἑκάτην.
因为即便在今天,当任何一个地上的凡人按照法律进行精美的祭祀并祈求恩宠时,他都会呼唤赫卡忒。
πολλή τέ οἱ ἕσπετο τιμὴ §419ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, §420καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
大荣誉便会极易追随那人,只要女神以乐意的心接受其祈祷,并且她也会赐予他财富,因为她确实拥有力量。
§421ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο §422καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
凡是由该亚和乌拉诺斯所生并分得荣誉的所有人中,她在这一切中都占有份额。
§423οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα, §424ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, §425ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός, §427καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· §426οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, §428ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
克洛诺斯之子不曾对她施加任何暴力,也不曾夺去你在以前提坦神明中所分得的所有份额,相反,她依然保有着最初始划分时的特权,大地、天空及海洋中的特权;也不因为她是独生女,女神就分得较少的荣誉,相反,她得到的还要多得多,因为宙斯极其器重她。
§429ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν· §434ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, §430ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν· §431ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται §432ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι §433νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
无论她愿意帮助谁,她都大力协助并予以恩赐;在审判时,她坐在受尊崇的国王们身旁,在民会上,她使她所愿意的人在民众中脱颖而出;当人们披挂盔甲准备投入消灭凡人的战争时,女神便出现在那里,对那些她所愿意的人乐意地赐予胜利,并伸出荣耀。
§435ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, §436ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν· §437νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον §438ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
再次,当人们在竞技会中争斗时,女神也会出现在那些人身旁并给予协助;用力量和强壮战胜并赢得精美奖品的人欢欣地轻易带回奖品,并把荣耀赐予他的父母。
§439ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
她也乐于站在骑手们身旁,为那些她所愿意的人。

词汇与语法注释

  1. §369τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν — 不定式 `ἐνισπεῖν`(“叙说”)的逻辑主语是宾格的 `βροτὸν ἀνέρʼ`(`ἀνέρα`),而 `τῶν πάντων` 是修饰 `ὄνομʼ`(`ὄνομα`)的属格。形容词 `ἀργαλέον` 作为非人称谓语使用,省略了 `ἐστί`。
  2. §387ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ — 短语 `ὅππη μὴ` 表示例外(“除非……否则不”)。与格 `κείνοις` 是与动词 `ἡγεμονεύῃ`(“引导”)连用的伴随或关系与格,意为“除非神(宙斯)在他们伴随下带路”。
  3. §393μή τινʼ ἀπορραίσειν γεράων — 间接引语中的不定式结构。动词 `ἀπορραίσειν`(“夺去”)带夺格性属格 `γεράων`(“特权”)。由于不定式的逻辑主语(宙斯)与主句主语一致而省略,`τινʼ`(`τινά`)作不定式的直接宾语。
  4. §396τιμῆς καὶ γεράων ἐπιβησέμεν — 动词形式 `ἐπιβησέμεν` 是使役动词 `ἐπιβαίνω` 的将来时不定式(“使登上、使获得”),带有所达目标的属格 `τιμῆς καὶ γεράων`(“荣誉与特权”),省略的宾格对象为“他们”。
  5. §419ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς — 关系代词 `ᾧ` 是与第420行 `ὀπάζει` 连用的利益与格,或是修饰 `εὐχάς`(“祈祷”)的所有与格。动词 `ὑποδέξεται` 是短元音虚拟式,传达了条件或预期的语气(“如果女神确实乐意接受其祈祷”)。

引用这一段

赫西俄德, 神谱 §369-439. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:369-439

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。