Humanitext Reader

阿里斯托芬 · 财神 §901b-979

告密者的驱逐与被年轻情夫抛弃的老妇人

第 13 段,共 16 段 · 希腊语

内容简介

告密者被正直的人剥去衣服,叫嚷着民主制度受到威胁而狼狈离场。随后,一位老妇人登场,控诉由于普路托斯重见光明,她被自己曾经资助的年轻情夫所抛弃。

§901bὡς οὐδείς γʼ ἀνήρ.
谁也比不上我。
§902καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
既然如此,回答我的提问。
§902bτὸ τί;
问什么?
§903γεωργὸς εἶ;
你是农夫吗?
§903bμελαγχολᾶν μʼ οὕτως οἴει;
你以为我疯到了那种地步吗?
§904ἀλλʼ ἔμπορος;
那么,是商人吗?
§904bναί, σκήπτομαί γʼ, ὅταν τύχω.
是的,机会凑巧时我就这么自称。
§905τί δαί;
那又是什么?
τέχνην τινʼ ἔμαθες;
你学过什么手艺吗?
§905bοὐ μὰ τὸν Δία.
凭宙斯发誓,没有。
§906πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
那你什么都不做,又是怎么生活,从哪里获得生计的?
§907τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων §908καὶ τῶν ἰδίων πάντων.
我是城邦事务的监察者,以及所有私人事务的照管者。
§908bσύ;
你?
τί μαθών;
究竟是怎么想的?
§908cβούλομαι.
我愿意。
§909πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε, §910εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;
你这个凿墙偷盗的小人,如果做着与你毫不相干的事而招人怨恨,你又怎么能算得上是“正直的”人呢?
§911οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν §912εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
难道用我所能及的力量去造福我自己的城邦,是不关我的事吗,你这个糊涂蛋?
§913εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
难道多管闲事就是“造福”吗?
§914τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις §915καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
不,是维护已制定的法律,并且不放过任何犯法的人。
§916οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις §917ἄρχειν καθίστησιν;
难道城邦不是特意设立了裁判官来主持公道吗?
§917bκατηγορεῖ δὲ τίς;
那么由谁来控告呢?
§918ὁ βουλόμενος.
任何愿意的人。
§918bοὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ, §919ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
所以,那个人就是我,因此,城邦的事务就落到了我的头上。
§920νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.
凭宙斯发誓,那么城邦可真是有了一个恶劣的守护者。
§921ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων §922ζῆν ἀργός;
难道你不想安安静静地过日子,无所事事地生活吗?
§922bἀλλὰ προβατίου βίον λέγεις, §923εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
但你说的那是绵羊的生活,如果生命中没有任何消遣活动的话。
§924οὐδʼ ἂν μεταμάθοις;
你难道就不想改邪归正吗?
§924bοὐδʼ ἂν εἰ δοίης γέ μοι §925τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
哪怕你给我普路托斯本人和巴图斯的塞尔菲翁(珍贵香草)。
§926κατάθου ταχέως θοἰμάτιον.
赶快脱下你的外套。
§926bοὗτος, σοὶ λέγει.
喂,他在跟你说话呢。
§927ἔπειθʼ ὑπόλυσαι.
接着把鞋脱掉。
§927bταῦτα πάντα σοὶ λέγει.
这一切都是在跟你说呢。
§928καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ §929ὁ βουλόμενος.
既然如此,你们当中谁愿意,就到我这里来,朝我走过来吧。
§929bοὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
所以,那个人就是我。
§930οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.
哎呀,可怜的我,白日里竟然被剥光了衣服!
§931σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
因为你妄图靠管别人的闲事来混饭吃。
§932ὁρᾷς ἃ ποιεῖς;
瞧瞧你们干的好事!
ταῦτʼ ἐγὼ μαρτύρομαι.
我要为此找人作证!
§933ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
但是你带来的证人已经逃跑了。
§934οἴμοι περιείλημμαι μόνος.
哎呀,糟糕,我一个人被包围了!
§934bνυνὶ βοᾷς;
你现在才大声叫喊吗?
§935οἴμοι μάλʼ αὖθις.
哎呀,痛死我了!
§935bδὸς σύ μοι τὸ τριβώνιον, §936ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
你,把那件破旧的外套给我,好让我给这个告密者穿上。
§937μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
千万使不得;因为这早已是献给普路托斯的圣物了。
§938ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται §939ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
那么,比起披在一个恶棍和小偷的身上,还能有更合适的地方奉纳吗?
§940Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
至于普路托斯,应该用庄严高贵的衣服来装扮他。
§941τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις;
那么这些旧鞋该怎么处理?
εἰπέ μοι.
告诉我。
§942καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα §943ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
这些我也要立刻钉在这个家伙的额头上,就像用这个钉子钉上野生橄榄枝的花冠一样。
§944ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ §945ὑμῶν·
我走了;因为我知道我根本不是你们的对手。
ἐὰν δὲ σύζυγον λάβω τινὰ §946καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν §947ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην, §948ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος §949τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν §950τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
但如果我能找到一个合伙人,哪怕是像无花果木一样无用的帮手,我也要让这位强大的神明在今天付出代价,因为他孤身一人,却公然破坏民主制度,既没有说服公民的议事会,也没有说服公民大会。
§951καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν §952ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε· §953ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
既然你穿着我的整套“武装” 走路,那就赶快跑到浴室去吧;然后在最暖和的地方站着取暖吧。
§954κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
因为我以前也曾占过那个位置。
§955ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν §956τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται §957ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
不过,浴室老板会抓住他的睾丸,把他拖到门外去;因为一看到他,老板就会认出他是那一类坏人。
§958νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.
我们俩进去吧,好让你向神明祈祷。
§959ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν §960ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ, §961ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
噢,亲爱的长者们,我们真的来到了这位新神明的家门口了吗,还是彻底走错了路?
§962ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη §963ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
放心吧,你已经到了大门口,小姑娘;因为你打听得可真是风情万种。
§964φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
那么,让我来叫里面的某个人出来吧。
§965μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
千万别;我自己已经出来了。
§966ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
不过,你得说说你来这里究竟是为了什么。
§967πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε· §968ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν, §969ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
最亲爱的人啊,我遭受了可怕而又不公的待遇;自从这位神明开始能看见以来,他把我的日子变得没法过了。
§970τί δʼ ἔστιν;
这是怎么回事?
ἦ που καὶ σὺ συκοφάντρια §971εν ταῖς γυναιξὶν ἦσθα;
难道在女人中间,你也是个告密者吗?
§971bμὰ Δίʼ ἐγὼ μὲν οὔ.
凭宙斯发誓,我可不是。
§972ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
难道你没能通过抽签分到法庭,却在字母标志下喝酒?
§973σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
你在开玩笑;而可怜的我,心里却像被虫咬一样难受。
§974οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
那你还不赶快说说,到底是什么让你这么难受?
§975ἄκουέ νυν.
那么听着。
ἦν μοί τι μειράκιον φίλον, §976πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν §977καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ, §978ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς· §979ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
我曾有一个心爱的年轻人,虽然贫穷,但面容俊美,人长得漂亮,而且心眼好;因为如果我需要什么,他都会规规矩矩、妥妥帖帖地为我办好;而我也竭尽所能,满足他的所有需求。

词汇与语法注释

  1. 908bτί μαθών; — 询问原因或动机的惯用法,通常带有指责、惊异或讽刺的语气(意为“凭什么”、“究竟怎么想的”)。它使用动词 μανθάνω 的不定过去时主动分词μαθών,是雅典喜剧中的特征性句式。
  2. 919ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα — 由连接词 ὥστε 结合直陈语气引导的结果从句(“以至于城邦的事务都落到了我的头上”),展现了说话者通过极端逻辑来合理化自身社会重要性的语境。
  3. 945-946ἐὰν δὲ σύζυγον λάβω τινὰ καὶ σύκινον — 由 ἐάν 结合虚拟语气 λάβω 引导的未来假设条件从句。形容词 σύκινος(无花果木制的)在惯用语中意为“无价值的、脆弱的”,同时又在语言游戏上双关指代“无花果”(σῦκον),即告密者(συκοφάντης)一词的词源。
  4. 972οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι; — 分词短语 οὐ λαχοῦσʼ 意为“没有通过抽签(获得陪审员席位)”。短语 ἐν τῷ γράμματι 结合了雅典陪审法庭以字母(γράμμα)分配法庭的制度背景,同时也双关暗指挂有某种字母标志的酒馆,是一个滑稽的双关句式。

引用这一段

阿里斯托芬, 财神 §901b-979. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg011.humanitext-grc2:901b-979

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。