Humanitext Reader

阿里斯托芬 · 财神 §825-901

正直男子的奉献与告密者的抱怨

第 12 段,共 16 段 · 希腊语

内容简介

先前贫困但正直的男子前来向神明奉献旧衣,而一个失去财富的告密者出现并抱怨,遭到正直男子和卡里翁的嘲弄。

§825ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.
以前是一个不幸的人,但现在很幸运。
§826δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
显然,正如你看起来那样,你是好人中的一个。
§827μάλιστʼ.
确实如此。
§827bἔπειτα τοῦ δέει;
那么你需要什么呢?
§827cπρὸς τὸν θεὸν §828ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
向神明我走来;因为他是我的大福星。
§829ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς §830λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων, §831εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
因为我从父亲那里继承了足够的财产,常常接济朋友中贫困的人,认为这对生活是有益的。
§832ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
想必你的钱财很快就用光了吧。
§833κομιδῇ μὲν οὖν.
确实如此。
§833bοὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.
那么在那之后你就很惨了吧?
§834κομιδῇ μὲν οὖν.
确实如此。
κἀγὼ μὲν ᾤμην οὓς τέως §835εὐηργέτησα δεομένους ἕξειν φίλους §836ὄντως βεβαίους, εἰ δεηθείην ποτέ· §837οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.
我本以为,那些在他们困难时我曾施予恩惠的人,会成为真正可靠的朋友,万一哪天我需要帮助;但他们却避开我,装作再也看不见我。
§838καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.
而且我敢肯定,他们还嘲笑了你。
§838bκομιδῇ μὲν οὖν· §839αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.
确实如此;因为家当的枯竭毁了我。
§840ἀλλʼ οὐχὶ νῦν.
但现在不是这样了。
§840bἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν §841προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
为此,我理所当然地来到这里向神明祈祷。
§842τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν, §843ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί;
那么,凭诸神发誓,这件旧外套到底是什么意思,你带出来的这个小仆人拿着的那件?
φράσον.
请告诉我。
§844καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
我也是来把这个奉献给神明的。
§845μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;
莫非你曾穿着它参加了伟大的秘仪?
§846οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
不,我穿着它冻了十三年。
§847τὰ δʼ ἐμβάδια;
那么那些鞋子呢?
§847bκαὶ ταῦτα συνεχειμάζετο.
这些也和我一同度过了寒冬。
§848καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
所以你也是带这些来奉献的吗?
§848bνὴ τὸν Δία.
凭宙斯发誓,正是。
§849χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.
你给神明带来的礼物还真是精致呢。
§850οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
哎呀,可怜的我,我是多么不幸,彻底完了!
§851καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις §852καὶ δωδεκάκις καὶ μυριάκις·
不幸了四倍、五倍、十二倍、一万倍!
ἰοὺ ἰού.
呜呼,哀哉!
§853οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
我竟然落入如此多灾多难的命运之中。
§854Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι, §855τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
辟邪的阿波罗啊,还有各位友好的神明,这人到底遭遇了什么灾难?
§856οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
难道我现在遭遇的还不够惨吗?
§857ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας §858διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν §859πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
因为这个神明,我失去了屋里所有的东西,要是诉讼法庭不倒闭的话,他迟早会再次变成瞎子!
§860ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
我想我大概明白是怎么回事了。
§861προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ, §862ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
因为来了一个境况不妙的人,他看起来像是坏人那一类。
§863νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
凭宙斯发誓,那么他落得如此下场,真是活该。
§864ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
在哪里,他在哪里?
§865ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως, §866εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς;
那个唯一承诺过,只要他重新看见,就会立刻让我们所有人都富裕起来的家伙。
ὁ δὲ §867πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
可他却把一些人害得更惨。
§868καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
他到底对谁做了这种事?
§868bἐμὲ τουτονί.
就对我,站在这里的我。
§869ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
难道你以前是坏人或凿墙的小偷?
§870μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,
凭宙斯发誓,绝非如此!
§871κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
相反,你们当中没有一个是好东西,肯定就是你们拿走了我的钱财。
§872ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν §873ὁ συκοφάντης.
凭得墨忒耳发誓,这个告密者进来时多么嚣张!
δῆλον ὅτι βουλιμιᾷ.
显然他是饿疯了。
§874σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις· §875ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον §876εἰπεῖν ἃ πεπανούργηκας.
你最好赶快去集市,一刻也别耽搁;因为你必须在那里被绑在车轮上受刑,供认你所犯下的恶行。
§876bοἰμώξἄρα σύ.
那你就去哭爹喊娘吧!
§877νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος §878ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
凭救主宙斯发誓,真是功德无量,对所有希腊人来说,这位神明。
§879τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
因为他要用最惨的方式消灭那些可恶的告密者。
§880οἴμοι τάλας·
哀哉,可怜的我!
μῶν καὶ σὺ μετέχων καταγελᾷς;
难道你也分到了一杯羹,在嘲笑我吗?
§881ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
否则,你这件漂亮的外套是从哪儿弄来的?
§882ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
昨天我还看见你穿着一件破旧的外套呢。
§883οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος §884τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
我一点也不怕你;因为我戴着这个戒指,是我花了一德拉克马从欧达摩斯那里买来的。
§885† ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος. †
但是这戒指防不住告密者的咬伤。
§886ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή;
这难道不是极大的侮辱吗?
σκώπτετον, §887ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.
你们两个在嘲弄我,却不说明在这里干什么。
§888οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
因为你们俩在这里绝对没安好心。
§889μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
凭宙斯发誓,至少对你来说没安好心,你给我记好了!
§890ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
凭宙斯发誓,你们两个分明是要靠掠夺我的财产来吃大餐!
§891ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος §892διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
愿你和你的证人,肚子还没填饱,就真的当场肚皮胀破而死!
§893ἀρνεῖσθον;
你们还要否认?
ἔνδον ἐστὶν ὦ μιαρωτάτω §894πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
这屋里,你们这两个卑鄙小人,可藏着大量的鱼片和烤肉呢!
§895ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
哼,哼,哼,哼,哼,哼。
§896κακόδαιμον ὀσφραίνει τι;
你这个倒霉蛋,闻到什么了吗?
§896bτοῦ ψύχους γʼ ἴσως §897ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
也许是寒冷吧,既然他穿着那样一件破旧的外套。
§898ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί, §899τούτους ὑβρίζειν εἰς ἔμʼ;
宙斯和诸神啊,这些家伙竟然侮辱我,这难道是可以容忍的吗?
οἴμʼ ὡς ἄχθομαι §900ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
天哪,我真是太气愤了,我这个正直爱国的市民,竟然遭受如此厄运!
§901σὺ φιλόπολις καὶ χρηστός;
你,爱国而且正直?

词汇与语法注释

  1. §834ᾤμην — 动词 οἴομαι 的未完成过去时,后续带将来时不定式 ἕξειν 的宾格不定式结构,表示过去与事实相反的设想。
  2. §874οὐκ ἂν φθάνοις — “φθάνω + 分词”(此处为 ἰών)的惯用表达,意为“你最好立刻去做……”或“一刻也别耽搁”,表示强烈的劝告。
  3. §891διαρραγείης — 过去不定时被动(或不及物)语气希求法第二人称单数。伴随连词 ὡς 或 ὡς δή,表示带有强烈恶意的愿望或诅咒(“愿你胀破”)。

引用这一段

阿里斯托芬, 财神 §825-901. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg011.humanitext-grc2:825-901

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。