§980τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;
那么,每次他最需要你的是什么?
§981οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
不太多;因为他对我极其守规矩和害羞。
§982ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν §983εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα· §984καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον §985ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον· §986πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
不过他常常会要二十银德拉克马用来买外套,要八德拉克马买鞋;他还常常叫我给他姐妹买件长衫,给他母亲买件斗篷;他还常常需要四麦迪姆诺斯的麦子。
§987οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
凭阿波罗发誓,按照你的说法,这些确实不多。
§988εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
很明显,他确实对你很害羞。
§989καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας §990αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα, §991ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
而且他说,他要这些东西并不是因为贪婪,而是因为情谊,好让他穿着我的外套时能想起我。
§992λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.
你说的这个男人爱得可真是太守规矩了。
但现在那个可恶的家伙不再抱有同样的心思了,而是彻底变了样。
§995ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ §996καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα §997ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι §998εἰς ἑσπέραν ἥξοιμι— §998bτί σʼ ἔδρασʼ;
因为当我送给他这个平饼和盘子里其他的点心,并让人捎信对他说我傍晚会过去时—— 他把你怎么样了?
εἰπέ μοι.
告诉我。
§999ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί, §1000ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι, §1001καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι §1002πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
他把这个大乳饼给我们退了回来,条件是我再也不准到那里去,而且除了这以外,他在退回时还说: “从前米利都人也曾勇敢过。
” 显然,他本性并不算坏;如今有钱了,他就不再喜欢吃扁豆汤了。
§1005πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν.
以前因为贫穷,他可是什么都吃个精光。
的确,以前他每天,凭两位女神发誓,都会走到我的大门口。
§1008ἐπʼ ἐκφοράν;
是为了参加葬礼吗?
§1008bμὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
凭宙斯发誓,不是!
§1009ἐρῶν ἀκοῦσαι.
他只是因为爱听我的声音。
§1009bτοῦ λαβεῖν μὲν οὖν χάριν.
不如说,是为了捞点好处。
凭宙斯发誓,如果他察觉到我伤心,他就会温柔地叫我“小鸭子”和“小鸽子”。
§1012ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
然后,也许他就会跟你要买鞋的钱。
§1013μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην §1014ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις, §1015ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.
在大神秘祭时,我乘着马车,仅仅因为有人看了我一眼,我就因此被他揍了一整天。
§1016οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
那年轻人竟是如此地爱吃醋。
§1017μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
因为看来,他只喜欢独自享用。
§1018καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
而且他还总说我的双手非常美丽。
§1019ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
只要这双手递过去二十德拉克马,那确实是的。
§1020ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.
他还说我的皮肤闻起来很香。
§1021εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
凭宙斯发誓,如果你给他倒塔索斯酒的话,那自然如此。
§1022τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
而且说我的眼神是多么温柔美丽。
那家伙可不笨,他很懂得怎么把发情老婆子的老本吃个精光。
所以,亲爱的先生,神明在这件事上做得不对,虽然他口口声声说总在帮助受委屈的人。
§1027τί γὰρ ποιήσει;
那他该怎么办?
φράζε, καὶ πεπράξεται.
你说吧,一定会照办。
§1028ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία §1029τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν, §1030ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.
凭宙斯发誓,强制那个受到我恩惠的人反过来回报我,这才是公道的,否则他就不配享有任何好处。
§1031οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
难道他不是每天晚上都向你偿还(债务)了吗?
§1032ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
但他曾说,只要我活着,就绝不抛弃我。
§1033ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.
没错;不过现在他大概认为你已经不算活着了。
§1034ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.
因为我已经因痛苦而消瘦下去了,最爱的人啊。
§1035οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς.
不,不是消瘦,依我看你是腐烂掉了。
§1036διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.
哼,你甚至能把我从戒指孔里拉过去呢。
§1037εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.
如果那枚戒指刚好是筛子的铁圈还差不多。
§1038καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται, §1039οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω· §1040ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.
看啊,那个年轻人走过来了,就是我刚才一直在控诉的那个人;他看起来像是要去参加狂欢宴。
§1040bφαίνεται.
确实如此。
§1041στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.
不管怎样,他戴着花冠,拿着火把走着。
§1042ἀσπάζομαί σε.
向你问好。
§1042bτί φησιν;
他在说什么?
§1044τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
可怜的我,竟然遭受这样的侮辱!
§1045ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.
他似乎隔了很久才见到你。
§1046ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
隔了什么很久,你这个可怜虫? 他昨天还在我那里!
那他经历的倒和大多数人相反了;因为看来,他喝醉了酒,眼睛反而看得更尖。
§1049οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
不,他总是举止放肆。
噢,海神波塞冬以及众位年迈的神明啊,她的脸上竟有这么多皱纹!
§1052ἆ ἆ,
啊,啊!
§1052bτὴν δᾷδα μή μοι πρόσφερʼ.
别把火把递到我面前!
§1052cεὖ μέντοι λέγει.
她说的倒是很有道理。
因为如果只要有一颗火星落到她身上,她就会像干枯的老橄榄枝一样烧起来。
§1055βούλει διὰ χρόνου πρός με παῖσαι;
你想不想隔了这么久,再和我玩个游戏?
§1055bποῖ τάλαν;
玩什么,你这个无赖?
§1056αὐτοῦ, λαβοῦσα κάρυα.
就在这里,拿些坚果来。
§1056bπαιδιὰν τίνα;
什么游戏?
§1057πόσους ἔχεις ὀδόντας.
猜猜你还剩几颗牙齿。