Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §328b-406

克雷墨斯对公民大会异常盛况的报告

第 5 段,共 15 段 · 希腊语

内容简介

备受便秘折磨的布莱皮罗斯遇到了刚从公民大会回来的邻居克雷墨斯。克雷墨斯向他讲述了普尼克斯大会上异常拥挤、满是“白脸”(乔装的妇女)的盛况,导致他们没能领到津贴,并绘声绘色地转述了大会上众人对眼疾政客内奥克莱德斯的嘲讽。

§328bεἰπέ μοι, §329τί τοῦτό σοι τὸ πυρρόν ἐστιν;
“告诉我,你身上穿的这件黄兮兮的东西是什么?
οὔτι που §330Κινησίας σου κατατετίληκέν ποθεν;
该不会是基内西亚斯从哪儿把粪拉在你身上了吧?
§331οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα §332τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
” “不是,我是穿着我老婆的藏红花色小短袍出来的,就是她平时穿的那件。
§333τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;
” “可你的外套在哪儿呢?
§333bοὐκ ἔχω φράσαι.
” “我说不上来。
§334ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
因为我找了半天,也没在被褥里找到它。
§335εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
” “那你连让你老婆告诉你都没办到吗?
§336μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, §337ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν· §338ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
” “凭宙斯发誓,因为她偏偏不在家,而是趁我不注意从屋里溜了出去;所以我现在正担心她是不是在搞什么新名堂。
§339νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς §340ἐμοὶ πέπονθας.
” “凭波塞冬发誓,那你遭的罪简直跟我一模一样。
καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ §341φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.
因为跟我过日子的那娘们儿也溜了,还拿走了我平时穿的外套。
§342κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.
更让我心烦的不光是这个,还有我的鞋。
§343οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
反正我哪儿也找不到它们。
§344μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς §345Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν, §346ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι, §347ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
” “凭狄奥尼索斯发誓,我也没找到我的拉科尼亚鞋;可我碰巧憋屎憋得要命,就把脚套进她的厚底高筒靴里跑了出来,免得拉在羊皮毯上;那毯子可是新洗干净的。
§348τί δῆτʼ ἂν εἴη;
” “这到底是怎么回事?
μῶν ἐπʼ ἄριστον γυνὴ §349κέκληκεν αὐτὴν τῶν φίλων;
难不成是她的哪个女闺蜜请她去吃早饭?
§349bγνώμην γʼ ἐμήν.
” “依我看,是的。
§350οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.
” “至少据我所知,她可不是个坏人。
§351ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ §352ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν, §353ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
不过,你在这儿拉着一长溜像井绳一样的屎,而我该去公民大会了,只要我能找到我的外套——那是我唯一的一件。
§354κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου §355ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
” “等我拉完了我也去;但现在一颗野梨把我肚里的食物给塞堵住了。
§356μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
” “该不会是色拉西布洛斯对拉科尼亚人说过的那个野梨吧?
§357νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
” “凭狄奥尼索斯发誓,这野梨真的把我堵得够呛。
§358ἀτὰρ τί δράσω;
可我该怎么办?
καὶ γὰρ οὐδὲ τοῦτό με §359μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω, §360ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
因为让我痛苦的不仅是现在,还有当我吃下东西时,今后我的粪便该往哪儿去。
§361νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, §362ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.
因为现在,这个人已经把门锁死了,不管这个‘野梨野人’到底是谁。
§363τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
那么谁能帮我找个医生,找谁好呢?
§364τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
他们当中谁治肛门的技术最高明?
§365ἀλλʼ οἶδʼ, Ἀμύνων.
啊,我知道,阿米农。
ἀλλʼ ἴσως ἀρνήσεται.
但他可能会拒绝。
§366Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
谁去想方设法把安提斯提尼请来吧。
§367οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων §368οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
因为那家伙,单从痛苦呻吟的经验来看,也最懂得急着拉屎的肛门需要什么。
§369ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς §370διαρραγέντα μηδὲ βεβαλανωμένον, §371ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
噢,尊贵的生育女神艾勒提亚,请别眼睁睁看着我被憋得爆裂或者锁死,免得我成了喜剧里的尿壶。
§372οὗτος τί ποιεῖς;
” “喂,你干嘛呢?
οὔτι που χέζεις;
该不会还在拉屎吧?
§372bἐγώ;
” “我?
§373οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
凭宙斯发誓,绝不拉了,我这就站起来。
§374τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
” “那你还穿着你老婆的短袍子?
§375ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
” “因为在黑地里,我碰巧在屋里抓到了这件。
§376ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
” “不过说真的,你到底从哪儿来?
§376bἐξ ἐκκλησίας.
” “从公民大会来。
§377ἤδη λέλυται γάρ;
” “已经散会了?
§377bνὴ Δίʼ ὄρθριον μὲν οὖν.
” “凭宙斯发誓,大清早就散了。
§378καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε §379γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
而且说真的,噢,亲爱的宙斯,那些红土引起了哄堂大笑,就是他们到处撒的那种。
§380τὸ τριώβολον δῆτʼ ἔλαβες;
” “那你拿到三个奥博尔的津贴了吗?
§380bεἰ γὰρ ὤφελον.
” “但愿我拿到了!
§381ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι §382μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
可我这次去迟了,所以,凭宙斯发誓,我只为自己的空钱袋感到害臊,没别的了。
§383τὸ δʼ αἴτιον τί;
” “原因是什么?
§383bπλεῖστος ἀνθρώπων ὄχλος, §384ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
” “人山人海,以前从来没有过这么多人一齐涌进普尼克斯。
§385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν §386ὁρῶντες αὐτούς.
确实,我们看着他们,觉得大家简直都像鞋匠。
οὐ γὰρ ἀλλʼ ὑπερφυῶς §387ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία· §388ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
因为实在太奇怪了,民会放眼望去一片白花花的,全是人;所以我自己和许多别的人都没拿到钱。
§389οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
” “那我现在去也拿不到了吗?
§389bπόθεν;
” “怎么可能拿到?
§390οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον §391ἁλεκτρυὼν ἐφθέγγετʼ.
凭宙斯发誓,哪怕你是在公鸡第二次打鸣时去,也拿不到。
§391bοἴμοι δείλαιος.
” “哎呀,我真倒霉!
§392Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου §393τὸν ζῶντα μᾶλλον.
安提洛科斯啊,请你不要为这三个奥博尔,倒不如为我还活着而痛哭吧。
τἀμὰ γὰρ διοίχεται.
因为我完蛋了。
§394ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου §395οὕτως ἐν ὥρᾳ ξυνελέγη;
” “不过,到底出了什么事,让这么大一帮子人大清早就聚在一起?
§395bτί δʼ ἄλλο γʼ ἢ §396ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας §397γνώμας καθεῖναι τῆς πόλεως;
” “还能为了什么,无非是执政官们认为应该就城邦的安全问题提出提案。
κᾆτʼ εὐθέως §398πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
紧接着,那个眼屎多病烂眼的内奥克莱德斯头一个爬了出来。
§399κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς, §400οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
随后,你猜民众喊得有多大声: ‘这家伙居然敢公开发言,这不是荒唐透顶吗?
§401καὶ ταῦτα περὶ σωτηρίας προκειμένου, §402ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;
更何况现在摆在面前的议题还是关乎安全的,而他自己连自己的眼皮都保不住!
§403ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη, §404τί δαί με χρῆν δρᾶν;
’ 但他大喊着,环顾四周说道: ‘那我当时又该怎么做呢?
§404bσκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ §405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
’ ‘应该把大蒜和汁液一起捣碎,扔进一些拉科尼亚的大戟,傍晚时分涂在自己的眼皮上!
§406σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,
’”

词汇与语法注释

  1. §350ὅ τι κἄμʼ εἰδέναι — 不定式的绝对用法,表示限制性的条件(“据我/连我所知”)。其中的 `κἄμʼ` 是 `καὶ ἐμέ` 的混同(crasis),字面意思是“在连我也知道的范围内”,在句中作插入语使用。
  2. §370μή με περιίδῃς διαρραγέντα — 动词 `περιορῶ`(坐视、容忍)后接补充性分词(此处为 `διαρραγέντα` 和 `βεβαλανωμένον`),表示“眼睁睁看着(某人被……)”。此处配合表示禁止的 `μή` 与虚拟式过去时 `περιίδῃς`,表达强烈的恳求:“请不要坐视我被憋得爆裂”。
  3. §386οὐ γὰρ ἀλλʼ — 表达强烈肯定或强调的口语惯用语(“因为确实”、“实在是”)。它最初源于省略句构,如 `οὐ γὰρ ἄλλο τι ἢ...`(“因为不是别的,而正是……”)。
  4. §399πόσον δοκεῖς — 字面意思是“你想有多少?”的插入式疑问句。这是一种口语表达,用于加强语气,形容某种程度之深(此处指民众叫喊声之大),在语法上独立于主句动词 `ἀναβοᾷ`。

引用这一段

阿里斯托芬, 公民大会妇女 §328b-406. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:328b-406

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。