Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §248-328

妇女们赶赴大会与布莱皮罗斯男着女装

第 4 段,共 15 段 · 希腊语

内容简介

做好男装练习后,普拉克萨哥拉和女人们确认了在公民大会上的应对及举手表决方式,随后戴上胡须、披上斗篷朝大会赶去。与此同时,在家里,普拉克萨哥拉的丈夫布莱皮罗斯因衣服全被妻子拿走,不得不穿着妻子的衣服来到户外。

§248ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, §249πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
“但是,如果凯法洛斯纠缠并辱骂你,你在公民大会上要怎么反驳他呢?
§250φήσω παραφρονεῖν αὐτόν.
” “我会说他疯了。
§250bἀλλὰ τοῦτό γε §251ἴσασι πάντες.
” “但这一点大家早就知道了。
§251bἀλλὰ καὶ μελαγχολᾶν.
” “那我就说他得了忧郁狂躁症。
§252καὶ τοῦτʼ ἴσασιν.
” “这他们也知道。
§252bἀλλὰ καὶ τὰ τρύβλια §253κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
” “那我就说他制作小碟做得极差,却要把城邦治理得井井有条。
§254τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
” “那如果是眼屎多病烂眼的内奥克莱德斯辱骂你呢?
§255τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
” “对那家伙,我会让他去瞧瞧狗屁股。
§256τί δʼ ἢν ὑποκρούωσίν σε;
” “要是他们打断你的发言呢?
§256bπροσκινήσομαι §257ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
” “我会向他们鞠躬,因为我对各种‘冲撞’早就驾轻就熟了。
§258ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται §259ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.
” “只有这一点还没考虑到,要是弓箭手们把你强行拉走,你究竟要怎么办?
§259bἐξαγκωνιῶ §260bὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
” “我会张开双肘,像这样;因为我绝不会让他们搂住我的腰。
§261ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.
” “要是他们把我们抬起来,我们还要叫他们别放手呢。
§262ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς §263ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ §264τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
” “这些事我们确实都考虑得很好,但那件事我们还没琢磨过,要用什么方法我们到时才会记得要举手投票。
§265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
因为我们平时早就习惯了抬起双腿。
§266χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον §267ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
” “这确实是个难办的事;不过,我们还是得举手投票,把一边的肩膀露出来。
§268ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια· §269ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς, §270ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν §271μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.
” “来吧,现在把短袍往上掖好;以最快的速度穿上拉科尼亚男式皮鞋,就像你们以前看见自家男人每次准备去公民大会,或是出门时那样的神态。
§272ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς, §273περιδεῖσθε τοὺς πώγωνας.
然后,等这些都准备妥当了,就把胡须绑在脸上。
ἡνίκʼ ἂν δέ γε §274τούτους ἀκριβώσητε περιηρμοσμέναι, §275καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε §276ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις §277ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος §278πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι §279τὸν τῶν ἀγροίκων.
而当你们把它们严丝合缝地戴好之后,把偷来的男人外套也披在身上,然后,拄着手杖,一边走,一边唱着某种老头子的歌,去模仿乡下人的那副神气。
§279bεὖ λέγεις·
” “说得好!
ἡμεῖς δέ γε §280προΐωμεν αὐτῶν.
而我们先走一步。
καὶ γὰρ ἑτέρας οἴομαι §281ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς §282γυναῖκας.
因为我想,还会有别的妇女直接从乡下赶到普尼克斯来。
§282bἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ
” “快点吧!
§283τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα §284ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
因为在公民大会上,清晨没赶到普尼克斯的人,总是会被打发走,连半毛钱也拿不到。
§285ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ §286μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ §287ἡμᾶς.
” “汉子们,该我们出发了;我们必须时刻记住要这么说,免得事情败露。
ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν §288ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
因为危险不小,要是我们被当场抓住,在黑暗中暗自策划并换装实施如此大胆的图谋。
§289χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες·
走吧,去公民大会,汉子们!
ἠπείλησε γὰρ §290ὁ θεσμοθέτης, ὃς ἂν §290aμὴ πρῲ πάνυ τοῦ κνέφους §291ἥκῃ κεκονιμένος, §291aστέργων σκοροδάλμῃ §292βλέπων ὑπότριμμα, μὴ §292aδώσειν τὸ τριώβολον.
因为立法官已经警告过了,任何人若是不在拂晓前的黑夜里大清早赶到,满面风尘地赶来,咬着腌大蒜,拉着一副吃酸辣酱的穷酸相,那他就拿不到那三个奥博尔的津贴。
§293ἀλλʼ ὦ Χαριτιμίδη §293aκαὶ Σμίκυθε καὶ Δράκης §294ἕπου κατεπείγων, §294aσαυτῷ προσέχων ὅπως §295μηδὲν παραχορδιεῖς §295aὧν δεῖ σʼ ἀποδεῖξαι·
来吧,哈里蒂米德斯,还有斯米库托斯和德拉克斯,赶紧跟上,自个儿小心,千万别弹错音调,在需要你表现出的举止中。
§296ὅπως δὲ τὸ σύμβολον §296aλαβόντες ἔπειτα πλησίοι §297καθεδούμεθʼ, ὡς §297aἂν χειροτονῶμεν §298ἅπανθʼ ὁπόσʼ ἂν δέῃ §298aτὰς ἡμετέρας φίλας.
我们好领到入场凭证,然后挨着坐在一起,这样我们就能投票赞成我们那些女闺蜜所需要支持的一切事项。
§299καίτοι τί λέγω;
哎呀,我都在说什么呢?
φίλους §299aγὰρ χρῆν μʼ ὀνομάζειν.
应该是‘男’同胞才对,我本该这么称呼他们的。
§300ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως §300aἥκοντας, ὅσοι πρὸ τοῦ §301μέν, ἡνίκʼ ἔδει λαβεῖν §301aἐλθόντʼ ὀβολὸν μόνον, §302καθῆντο λαλοῦντες §302aἐν τοῖς στεφανώμασιν, §303νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν.
注意,我们要把那些从城里赶来的人推开,他们以前,每当只能领到一个奥博尔钱的时候,只管坐在花冠市集上闲聊扯淡,现在倒挤得不行,真是烦死人。
§303aἀλλʼ οὐχί, Μυρωνίδης §304ὅτʼ ἦρχεν ὁ γεννάδας, §304aοὐδεὶς ἂν ἐτόλμα §305τὰ τῆς πόλεως διοικεῖν §305aἀργύριον φέρων· §306ἀλλʼ ἧκεν ἕκαστος §306aἐν ἀσκιδίῳ φέρων §307πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ §307aκαὶ δύο κρομμύω §308καὶ τρεῖς ἂν ἐλάας.
但绝非如此,当高尚的米罗尼德斯执掌大权时,谁也不敢拿着公家银钱来当差;相反,每个人来时都用小皮袋装着饮料,还有他自己的面包,两颗洋葱和三颗橄榄。
§308aνυνὶ δὲ τριώβολον §309ζητοῦσι λαβεῖν, ὅταν §309aπράττωσί τι κοινὸν ὥσ- §310περ πηλοφοροῦντες.
而如今,他们每当办公事,就指望着能拿三个奥博尔,简直就像做搬泥重活的小工一样。
§311τί τὸ πρᾶγμα;
” “这是怎么回事?
ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;
我老婆到底溜到哪儿去了?
§312ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.
都快天亮了,她却连个影都没有。
§313ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, §314τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ §315καὶ θοἰμάτιον·
我老早就憋着一肚子大便躺在那儿,在漆黑里找我的便鞋,还有我的外套;可摸来摸去,就是找不到。
ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν §316οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν §317ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω §318τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, §319καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
而这时,那个‘拉屎鬼’已经在疯狂敲门催促了,我只好拿了这件我老婆的半边短套衫,把她的波斯便鞋套在脚上溜了出来。
§320ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
哎,在干净宽敞的地方,究竟哪里能痛快拉一通呢?
§321ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
还是说,在大夜里到处都是好地方?
§322οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.
反正现在拉屎,也没人会瞧见我。
§323οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
哎,真倒霉!
§324γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.
我一把年纪了还娶了一个老婆;我真该挨多少顿揍啊。
§325οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν §326δράσουσʼ.
她绝不是出去干什么正经事的,去干嘛。
ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
但不管怎样,还是得先把屎拉了。
§327τίς ἔστιν;
” “是谁啊?
οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
该不会是邻居布莱皮罗斯吧?
§328νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
” “凭宙斯发誓,正是他本人。 ”

词汇与语法注释

  1. 253κακῶς κεραμεύειν — 接在第250行的 φήσω(“我将说”)之后的带 subject 的不定式结构。在后半句 τὴν δὲ πόλιν εὖ καὶ καλῶς 中,省略了与 κεραμεύειν(“制陶”)相对应的动词(如 διοικεῖν “治理”),从而构成了“(制碟)极差,(治国)极好”的讽刺性对比。
  2. 257ἅτʼ οὐκ ἄπειρος οὖσα — 连词 ἅτε(“因为”)加上分词 οὖσα(εἰμί 的阴性单数主格)的结构,用以表示主语(普拉克萨哥拉)自身的客观理由。属格复数 κρουμάτων(源自 κροῦμα,“敲击”、“击打”)在句中具有双关作用,既指公共场合的身体或言语冲撞,也指性暗示。
  3. 284ὑπαποτρέχειν ἔχουσι — 由无人称动词 εἴωθε(“……是常有的事”)引导的不定式短语。此处的 ἔχουσι 并非简单的分词,而是与不定式连用,表示“处于某种状态”或“具有……的习性”,用以描述“清晨迟到的人只能一文不名地灰溜溜离去”这一惯例。
  4. 290ὃς ἂν μὴ πρῲ — 包含条件关系从句 ὃς 忘 ... ἥκῃ(“凡是不……赶到的人”)的间接引语结构,它指向第292a行的不定式 μὴ δώσειν(“将不给予”),并由第289行的动词 ἠπείλησε(“警告、威胁”)引导。否定词 μὴ 是在表示威胁、警告的动词后,与将来时不定式连用的常规否定用法。

引用这一段

阿里斯托芬, 公民大会妇女 §248-328. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:248-328

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。